Wp/grc/Σωκράτης

From Wikimedia Incubator
< Wp‎ | grcWp > grc > Σωκράτης
Ὁ Σωκράτης

Σωκράτης, Σωφρονίσκου λιθοξόου καὶ μητρὸς Φαιναρέτης μαίας, Ἀθηναῖος φιλόσοφος, γέγονε τῷ 469 (υξθ´) π.Χ. Ἀθήνησι καὶ ἀπέθανε τῷ 399 (τϞθ´). Καίπερ οὐδὲν γεγραφώς (πλὴν ἴσως τινῶν τῶν τοῦ Αἰσώπου λόγων, οὕς ἐνέτεινε κατὰ τὸ μουσικώτερον[1]), φιλόσοφος δῆτα δυνατὸς ἦν ὁ Σωκράτης, ὁ διδάξας τὸν Πλάτωνα καὶ πολλοὺς ἐλέγξας τῶν Ἀθηναίων. Πολλὰς ὑποθέσεις περὶ τοῦ κόσμου καὶ τῶν θεῶν διεκήρυττε, δι' ἅσπερ ἁλοὺς ὑπὸ τῶν Ἀθηναίων ἐθανατώθη κωνείῳ[2]. Ἔλεγεν ἔτι παίζων ὅτι ἐλάττω τῶν τυφλῶν καὶ τῶν πηρῶν ἀπεδήμησε τῆς πόλεως[3].

Ὁ δὲ Σωκράτης μυθικῶς πως ἐφαίνετο τοῖς τότε συμπολίταις καὶ τοῖς νῦν μελετῶσιν αὐτοῦ πέρι. Τὴν γὰρ οὖν μορφὴν δυσειδὴς πάνυ πέφυκεν (ὅρα Συμπόσιον Πλάτωνος καὶ Ξενοφῶντος), ὥστε ἔλεγον τὸν φιλόσοφον ἐναλίγκιον τοῖς Σατύροις γεγονέναι[4]. Ἔνδον δὲ ἀνοιχθεὶς ἔστιν ἰδεῖν «χρυσᾶ ἀγάλματα θεῶν», οἱ μὲν ὅμως Σάτυροι ἐκήλουν τοὺς ἀνθρώπους διὰ τῶν αὐλῶν, ὁ δὲ φιλόσοφος μοναχῇ· διὰ τοῦ δ’ οὖν θείου, ἁπτομένου καὶ μετέχοντος τῆς παντελοῦς τε καὶ καθαρᾶς ἀληθείας, λόγου. Περιῆν γε πάντων τῶν ἄλλων οὐ μόνον τοῖς λόγοις ἀλλὰ καί φασι πάντας ἀνθρώπους καθόλου ἐκράτει. Καρτερικὸς δή, σώφρων καὶ ἀεὶ διδάσκαλος τοῦ καλοῦ κἀγαθοῦ. Οὐδείς τοι πώποτε ἑόρακε τὸν Σωκράτη μεθύοντα κατὰ τὰς εὐωχίας, κατὰ δὲ τὰς ἐκστρατείας, σίτων καὶ ἄλλων βρωμάτων οὐκ ἐνόντων περιῆν τῶν ἄλλων πάντων τῇ καρτερίᾳ, ὑπεριδόντος τε (νέου ἔτι) τὰς σωματικὰς ἡδονάς. Ἐπιλήσμων μεντἄν τις εἴη εἰ μὴ λέγοι ὅτι ἦν ὑπόδειγμα ἀτεχνῶς μὲν οὖν φιλοσόφου.

Ἡ δόξα τοῦ Σωκράτους οὕτω πως ἔχει: «τὰ δ’ οὖν ἐμοὶ φαινόμενα οὕτω φαίνεται, ἐν τῷ γνωστῷ τελευταία ἡ τοῦ ἀγαθοῦ ἰδέα καὶ μόγις ὁρᾶσθαι, ὀφθεῖσα δὲ συλλογιστέα εἶναι ὡς ἄρα πᾶσι πάντων αὕτη ὀρθῶν τε καὶ καλῶν αἰτία, ἔν τε ὁρατῷ φῶς καὶ τὸν τούτου κύριον τεκοῦσα, ἔν τε νοητῷ αὐτὴ κυρία ἀλήθειαν καὶ νοῦν παρασχομένη, καὶ ὅτι δεῖ ταύτην ἰδεῖν τὸν μέλλοντα ἐμφρόνως πράξειν ἢ ἰδίᾳ ἢ δημοσίᾳ.[5]»

Βίος[edit | edit source]

Εἰκὼν τοῦ Anselm Feuerbach (1869-,αωξθ´-) Ἡ εἴσοδος τοῦ μεθύοντος Ἀλκιβιάδου εἰς τὸ συμπόσιον

Καίπερ οὐδὲν γράψας, πολλὰ περὶ τοῦ βίου αὐτοῦ ἴσμεν. Eἰσὶν δὲ γραφαὶ Ἀριστοφάνους, Ξενοφῶντος καὶ Πλάτωνος περὶ αὐτόν. Ὁ μὲν οὖν Πλάτων ὠνόμασε τὰ πλεῖστα τῶν ἑαυτοῦ βιβλίων χρώμενος ὀνόμασι ἀνθρώπων τινῶν διαλεχθέντων μετὰ τοῦ Σωκράτους (ἰδὲ «Τίμαιος», «Πρωταγόρας», «Γοργίας» καὶ ἄλλα πάμπολλα).

Εἰώθει τοίνυν οὗτος ὁ ἀνὴρ διαλέγεσθαι τοῖς ἀνδράσι τῆς αὑτοῦ πόλεως· καλλωπιζόμενος εἶτα αὐτοῖς ἔλεγεν ὡς παντελῶς ἀμελέτητος ἐτύγχανε περὶ ὧν ὁ ἑκάστοτε λόγος, ὅπως μετὰ παῤῥησίας τὸν ἐλεγχόμενον ὁμιλήσειεν[6]. Διόπερ καὶ ἐχρῆτό γε τῇ ἑαυτοῦ μητρί, δεικνὺς οὕτω τοῖς ἀμελετήτοις που καὶ μηδὲν εἰδόσι το πρῶτον ἀνθρώποις διὰ τοῦ λόγου τὴν αὑτοῦ μηχανὴν ὡς ἔπος εἰπεῖν, προϊόντος μέντοι τοῦ λόγου, αὐτοὶ οὗτοι παρ’ ἑαυτῶν πολλὰς ἐξόχους διανοίας ἔτικτον. Αἰτίᾳ μὲν γὰρ τούτῳ ἡ ὑπὸ τοῦ θείου τῷ Σωκράτει διαφερόντως τῶν ἄλλων προσφερομένη ἱκανότης τῆς μαιευτικῆς, οὐ τῶν ἀνθρώπων ἀλλὰ τῶν ἐπινοιῶν ἐκείνων δι’ ἁπλῶν ἐρωτημάτων παρὰ τοῦ Σωκράτους. [7].

Διαῤῥήδην πολλαχοῦ τε καὶ πολλαχῇ ὁ πατὴρ τῆς φιλοσοφίας (ἥν τοι νῦν ἴσμεν ὡς φιλοσοφίαν) διετείνετο αὐτὴν μελέτην θανάτου εἶναι, πρὸς τούτῳ ὅρα ἐν Φαίδωνι 67e “Τῷ ὄντι ἄρα, ἔφη, ὦ Σιμμία, οἱ ὀρθῶς φιλοσοφοῦντες ἀποθνῄσκειν μελετῶσι, καὶ τὸ τεθνάναι ἥκιστα αὐτοῖς ἀνθρώπων φοβερόν.” Τὸ μὲν δὴ ἔσχατον κέλευσμα τοῦ Σωκράτους ὧδε ἔχει: “Ὦ Κρίτων, τῷ Ἀσκληπιῷ ὀφείλομεν ἀλεκτρυόνα· ἀλλὰ ἀπόδοτε καὶ μὴ ἀμελήσητε.[8]

Γένος καὶ Παιδεία[edit | edit source]

Σωκράτης γέγονε τῷ 469 π.Χ. ἐν Ἀττικῷ δήμῳ Ἀλωπεκῆς. Οἱ του γονεῖς ἦν Σοφρωνίσκος, λιθοξόος, καὶ ἡ Φαιναραίτη, μαῖα.[9]. Ἔγημεν ἐν παρῳχημένῃ ἤδη ἡλικίᾳ γεγονὼς τὴν Ξανθίππην, ἢ μᾶλλον “κεῖνος οὐκ ἔγημεν ἀλλ' ἐγήματο (Fr. 79)” ὥς φησι Ἀνακρέων. Ὁμολογεῖ μὲν ἐπισκώπτων ἑαυτὸν καὶ ὁ Σωκράτης ἀποκριθεὶς τῷ Ἀντισθένει “...ἀλλὰ -σὺ ᾦ Σώκρατες- χρῇ γυναικὶ τῶν οὐσῶν, οἶμαι δὲ καὶ τῶν γεγενημένων καὶ τῶν ἐσομένων χαλεπωτάτῃ;” καὶ τὸν Σωκράτη “κἀγὼ δὴ βουλόμενος ἀνθρώποις χρῆσθαι καὶ ὁμιλεῖν ταύτην κέκτημαι, εὖ εἰδὼς ὅτι εἰ ταύτην ὑποίσω, ῥᾳδίως τοῖς γε ἄλλοις ἅπασιν ἀνθρώποις συνέσομαι[10].

Ὅ γε Σωκράτης οὐκ ἦν ἄμοιρος παιδεύσεως. Διέτριψεν δὲ ἐν τῇ μουσικῇ, γεωμετρίᾳ, ἀστρονομίᾳ, γυμναστικῇ καὶ διατριβῇ τῶν ποιητῶν, μάλιστα Ὁμήρου. Διδάσκαλοι αὐτοῦ ἦν Ἀσπασία τε καὶ Διοτίμα (περὶ τὰ ἐρωτικά),[11] ἔτι δέ Ἀναξαγόρας τε καὶ Πρόδικος ὁ σοφιστής. Ἑπτακαίδεκα οὖν ἔτη γεγονὼς παρεγένετο τῷ φιλοσόφῳ Ἀρχελάῳ ὃς καὶ ἔπεισεν τὸν Σωκράτη διατρίβειν περὶ τὴν φιλοσοφίαν.

Δίκη Σωκράτους[edit | edit source]

Εἰκὼν τοῦ Ζὰκ-Λουὶ Νταβὶντ (1787-αψπζ´-) Ὁ τοῦ διὰ κωνείου θάνατος Σωκράτους

Οἱ Μέλητος τοίνυν ὁ ποιητής, Λύκων ὁ ῥήτωρ καὶ ὁ δημαγωγὸς Ἄνυτος κατηγόρουν αὐτοῦ οὐ τὸ παράπαν τὴν διαφθορὰν τῶν νέων, ἀλλὰ τὴν μὴ πίστιν τοῖς θεοῖς γράψαντες ἀσεβείας Σωκράτη πρὸς τοὺς θεοὺς[12]. Ἥ τε οὖν κατηγορία τοιάδε ἦν.

«Τάδε ἐγράψατο καὶ ἀντωμόσατο Μέλητος Μελήτου Πιτθεὺς Σωκράτει Σωφρονίσκου Ἀλωπεκῆθεν· ἀδικεῖ Σωκράτης, οὓς μὲν ἡ πόλις νομίζει θεοὺς οὐ νομίζων, ἕτερα δὲ καινὰ δαιμόνια εἰσηγούμενος· ἀδικεῖ δὲ καὶ τοὺς νέους διαφθείρων. Τίμημα θάνατος»[13].

Ἀσεβείας δὴ φεύγοντος του Σωκράτους καὶ ἀπολογηθέντος τάχα ἐφάνη αὐτόθεν τοῖς καὶ σμικρὸν προσέχουσι τὸν νοῦν ἐν δικαστηρίῳ ὅτι ἀπηλλάγη, εὐτάκτῳ λόγῳ χρώμενος, ῥᾳδίως τῆς κατηγορίας. Καίπερ δὲ πολλῶν μεταγνόντων τῶν δικαστῶν οὐ τὸ πρότερον πιστευόντων αὐτῷ κατεδικάσθη ἀποθανεῖν. Ὁ ἀριθμὸς ὅμως τῶν ψήφων, ὅπως καταδικασθῇ ὁ φιλόσοφος ἦν ὀλίγον μείζων τῶν τῆς ἀπαλλαγῆς, τριάκοντα ἄρα μόναι τῶν ψήφων ἐπέφερον τὴν θανάτωσιν. Ὀλίγῳ γε ὕστερον λειπούσης τε τῆς τοῦ Σωκράτους σοφίας οὐκ ἂν ἀπεικότως λέγοιμεν τοὺς Ἀθηναίους καταγνῶναι τὴν δίκην ταύτην πλῆγμα μέγα πρὸς τὴν Ἀθηναϊκὴν Δημοκρατίαν γεγονέναι, ἅτε οὐδεμίαν χρείαν εἶχεν τῇ Πόλει ὁ θάνατος τοῦ μεγάλου φιλοσόφου ἀλλ’ ἢ τὸ ὀφλισκάνειν μωρίαν.

Ἰστέον τοι ὅτι τῷ 2012 (,βιβ´) ἐν Ἀθήναις ἐγένετο αὖθις ἡ τοῦ Σωκράτους δίκη ὑπὸ δικαστῶν κατὰ τοὺς πάλαι νόμους. Ὡς εἰκὸς τ’ ἀποβὰν τῆς δίκης ἀτεχνῶς ἀλλοῖον τοῦ τότε ἦν.

Αἴτιον δὲ τῆς θανατώσεως ἦν οὐχ ἡ ἀνωτέρω κατηγορία, ἀλλὰ τὸ εὐπόρως ἀντιληπτὸν ὑπ’ ἀναγνώστου τινὸς τῆς «Ἀπολογίας», ᾗ φησι «...προσκείμενον τῇ πόλει ὑπὸ τοῦ θεοῦ ὥσπερ ἵππῳ μεγάλῳ μὲν καὶ γενναίῳ, ὑπὸ μεγέθους δὲ νωθεστέρῳ καὶ δεομένῳ ἐγείρεσθαι ὑπὸ μύωπός τινος, οἷον δή μοι δοκεῖ ὁ θεὸς ἐμὲ τῇ πόλει προστεθηκέναι τοιοῦτόν τινα, ὃς ὑμᾶς ἐγείρων καὶ πείθων καὶ ὀνειδίζων ἕνα ἕκαστον οὐδὲν παύομαι τὴν ἡμέραν ὅλην πανταχοῦ προσκαθίζων». Τίς γὰρ ἂν τῶν ἀνοήτων βούλοιτο ὀφλισκάνειν γέλωτα ἐλεγχόμενος ὑπό τινος “ἀσπουδάστου” καὶ “μηδὲν εἰδότος”;

Ἡ κατηγορία κατὰ τοῦ Σωκράτους – κατὰ τὸν Διογένην τὸν Λαέρτιον– ἦν παντελῶς ψευδής.[14]

Περὶ τοῦ Σωκράτους «δαιμονίου».[edit | edit source]

Οὐκοῦν λόγος ἐστὶ περὶ τοῦ δαιμονίου τοῦ Σωκράτους ὡς πάνυ τε θαυμαστοῦ καὶ ὀθνείου, ὡς καὶ πολλὰ ἐγράφησαν. ποῖον τί γὰρ πρᾶγμα ἦν τὸ ἄηθες καὶ παράδοξον τοῦτο χάρισμα;

Καθόλου οὖν εἰπεῖν τὸ δαιμόνιον αὐτὸ τοῦτο κληδόνα τινὰ ἦν οὐ προτρέπουσαν οὐδὲν ἀλλ’ ἢ ἀεὶ ἀποτρέπουσαν μὴ παριεῖσαν τὸν Σωκράτη πρᾶξαί τι, ἧς ἂν πράξεως τὸ ἀποβησόμενον ὀλέθριον καὶ δύστλητον ἂν εἴη, ἔτι γοῦν καὶ αὐτῷ αὐτόχρημα ἄγνωστον. Ὅρα «ἡ γὰρ εἰωθυῖά μοι μαντικὴ ἡ τοῦ δαιμονίου ἐν μὲν τῷ πρόσθεν χρόνῳ παντὶ πάνυ πυκνὴ ἀεὶ ἦν καὶ πάνυ ἐπὶ σμικροῖς ἐναντιουμένη, εἴ τι μέλλοιμι μὴ ὀρθῶς πράξειν».[15]

Ὁ μὲν Πλούταρχος ἐν τῷ πονήματι «Περὶ τοῦ Σωκράτους δαιμονίου» πολλὰ διελθὼν διαλεγόμενος τοῖς συνωμοσίας μετέχουσι (οἳ ἁπλοῖ ἄνθρωποι ἐτύγχανον ὄντες) εὖ ἴσμεν πολλοῖς ἐδόκει πταρμόν τινα γενέσθαι ὡς πρόῤῥησιν κακοῦ του προσιόντος. Ἐπήκοον φάναι τοίνυν τὴν ψυχὴν εἴπερ τῳ ἄλλῳ καὶ ἕτοιμον καθ’ ὅλην τὴν ζωήν ἑαυτὸν ἔχοντα, ὥσπερ οὖν προσέρχεται ἡμῖν τὰ ὀνείρατα καθεύδοντες ἡρέμα διακείμενοι, οὑτωσὶ καὶ τὸν θεὸν παρακελεύσασθαι αὐτῷ.

Ἐκεῖνοι, ὡς λέγουσιν, οἱ ἄχραντον ψυχὴν ἔχοντες ῥᾷον ξυνίενται τὸ θεῖον συναπτόμενοι αὑτοὺς τῷ θείῳ· οὕτως ἂν λέγοιμεν ὅτι (ἵνα μᾶλλον εὐσύνοπτον ποιήσω τὸν λόγον) τοὺς μὴ μύωπας ἀλλὰ ἀτεχνῶς διαυγῶς εἰσαθροῦντας τὰ πράγματα αὐτὰ καθ’ ἑαυτὰ μετέχουσί γε τοῦ κάλλους καὶ ἔξεστιν αὐτοῖς πλέονα περὶ τοῦ κόσμου εἰδέναι. Τί τῷ Σωκράτει ἐνῆν οἷα δύναμις;

«καθάπερ οὖν ἀνὴρ φίλιππος οὐ πάντων ὁμοίως ἐπιμελεῖται τῶν ὑπὸ τὸ γένος, ἀλλ' ἀεί τιν' ἄριστον ἐξαιρῶν καὶ ἀποκρίνων καθ' αὑτὸν ἀσκεῖ καὶ τρέφει καὶ ἀγαπᾷ διαφερόντως, <οὕτω> καὶ ἡμῶν οἱ ὑπὲρ ἡμᾶς τοὺς βελτίστους οἷον ἐξ ἀγέλης χαράξαντες ἰδίας τινὸς καὶ περιττῆς παιδαγωγίας ἀξιοῦσι, οὐχ ὑφ' ἡνίας οὐδὲ ῥυτήρων ἀλλὰ λόγῳ διὰ συμβόλων εὐθύνοντες· ὧν οἱ πολλοὶ καὶ ἀγελαῖοι παντάπασιν ἀπείρως ἔχουσιν. οὐδὲ γὰρ οἱ πολλοὶ κύνες τῶν θηρατικῶν σημείων οὐδ' [οἱ πολλοὶ] ἵπποι τῶν ἱππικῶν συνιᾶσιν, ἀλλ' οἱ μεμαθηκότες εὐθὺς ἀπὸ σιγμοῦ τοῦ τυχόντος ἢ ποππυσμοῦ τὸ προσταττόμενον αἰσθανόμενοι ῥᾳδίως εἰς ὃ δεῖ καθίστανται».[16]

Τεκμήρια[edit | edit source]

  1. Πλάτωνος Φαίδων 60D
  2. Πλάτωνος Φαίδων 117
  3. Πλάτωνος Κρίτων 53a
  4. Πλάτωνος Συμπόσιον 215b
  5. Πλάτωνος Πολιτεία- βιβλίον Ζ- 517b).
  6. Κικέρων Brutus 292 (231 Us).
  7. Θεαίτητος Πλάτωνος 150d
  8. Φαίδων Πλάτωνος 118a.
  9. Θεαιτήτος Πλάτωνος 149α
  10. Ξενοφῶντος Συμπόσιον 2.10
  11. Συμπόσιον Πλάτωνος 201d–212c
  12. μεταξὺ ἄλλων Εὐθύφρων Πλάτωνος 3b, Ἀπολογία 31d
  13. (Διογ. Λαέρτ. Ii,40,5)
  14. Διογένης Λαέρτιος, Βίοι φιλοσόφων, Βιβλίο Β', 5, 33
  15. Ἀπολογία Πλάτωνος 40a
  16. Πλουτάρχου Ἠθικά, Περὶ τοῦ Σωκράτους Δαιμονίου 593b

Σύνδεσμοι Ἐξώτεροι[edit | edit source]