Wp/grc/Ἀσπασία
Appearance
Ἀσπασία Μιλησία (γεννηθεῖσα περὶ 470 μ.Χ., ἀποθανοῦσα περὶ 400 μ.Χ.), Ἀξιόχου θυγάτηρ, Ἀθήνησιν ἑταίρα καὶ φιλόσοφος πολυθρύλητος, Περικλέους δὲ δοκεῖ διδάσκαλος ἅμα καὶ ἐρωμένη εἶναι[1].
Μαρτυρίαι
[edit | edit source]- τέλος δὲ λεπτόν τι καὶ γυναικεῖον ἐμφθεγξάμενος οὐ δίκαια ποιεῖν ἔφητὸν Διοκλέα φιλοσοφίας ἀποκλείοντα εὐνοῦχον ὄντα, ἧς καὶ γυναιξὶ μετεῖναι· καὶ παρήγοντο Ἀσπασία καὶ Διοτίμα καὶ Θαργηλία συνηγορήσουσαι αὐτῷ.[2]
- Ἀλλὰ καὶ διδασκάλους ἐπιγέγραπται τῆς τέχνης, Ἀσπασίαν τὴν Μιλησίαν, καὶ Διοτίμαν τὴν Μαντινικήν· καὶ μαθητὰς λαμβάνει τῆς τέχνης, Ἀλκιβιάδην τὸν γαυρότατον, καὶ Κριτόβουλον τὸν ὡραιότατον, καὶ Ἀγάθωνα τὸν ἁβρότατον, καὶ Φαῖδρον τὴν θείαν κεφαλήν, καὶ Λῦσιν τὸ μειράκιον, καὶ Χαρμίδην τὸν καλόν.[3]
- τὸν Ὀλύμπιον προσκυνεῖν, καὶ οὐκ ἀρκεῖ, τιμᾶν δὲ ἤδη καὶ Ἀσπασίαν μετὰ Σωκράτους τὴν ἐκ Μιλήτου τὴν ἐξ οἰκήματος ὡς Διοτίμαν ἐπαινεῖν τὴν σοφήν. ταῦτα γὰρ Ἀλκιβιάδης ἀπαιτεῖ παρ' ἡμῶν καὶ τοιούτοις ἥδεται.[4]
Τεκμήρια
[edit | edit source]- ↑ Σοῦδα, Α4202, Ἀσπασία.
- ↑ Luc., Eunuchus 7
- ↑ Theophrasti Characteres. Marci Antonini commentari
- ↑ Libanius - Declamatio XII