Wp/grc/Μέλητος
Appearance
Μέλητος, Λάρου, Ἀθηναῖος, ῥήτωρ. οὗτος ἐγράψατο Σωκράτη μετὰ Ἀνύτου. πεποίηνται δὲ αὐτῷ καὶ τραγῳδίαι. κατελιθώθη δὲ ὑπὸ τῶν Ἀθηναίων. καὶ ἦν ἐπὶ τῶν Ζήνωνος τοῦ Ἐλεάτου καὶ Ἐμπεδοκλέους χρόνων. οὗτος ἔγραψε περὶ τοῦ ὄντος. καὶ ἀντεπολιτεύσατο δὲ Περικλεῖ· καὶ ὑπὲρ Σαμίων στρατηγήσας ἐναυμάχησε πρὸς Σοφοκλῆν τὸν τραγικόν, ὀλυμπιάδι πδʹ. τραγῳδίας ποιητὴς ὑπόψυχρος. καὶ Ἀριστοφάνης· σκολιὰ Μελήτου, Καρικῶν αὐλημάτων. οὗτός ἐστιν ὁ Σωκράτην γραψάμενος. κωμῳδεῖται δὲ ὡς ψυχρὸς ἐν τῇ ποιήσει καὶ ὡς πονηρὸς τὸν τρόπον. τὰ δὲ Καρικὰ αὐλήματα καὶ μέλη θρηνώδη ἦσαν. [1]
- ↑ Λεξικὸν Σουΐδα «Μέλητος».