Jump to content

Wp/grc/Πολιτεία (Πλάτωνος)

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Πολιτεία (Πλάτωνος)
Ἡ πρώτη τυπογραφικὴ ἔκδοσις τῷ ,αψιγ´ (1713)

Πολιτεία διάλογός τίς ἐστι γραφεὶς ὑπὸ τοῦ Πλάτωνος, ὅς καὶ ἤνυσε τὴν ξυγγραφὴν περὶ τὰ μέσα τοῦ 380 (τπ´)-370(το´) π.Χ., ἐν ᾧ ὁ Σωκράτης πειρᾶται τὸ πρῶτον συνδιορίσαι ποῖόν τί ἐστι ἡ τελεία καὶ ἀρτία πολιτεία (ἤγουν τί μὲν ἡ Δικαιοσύνη τί δὲ ἡ ἀδικία) καὶ τὸ δεύτερον ἢν ἐξῇ ταύτην, ἐν κεφαλαίῳ εἰπεῖν, οἰκοδομηθῆναι. Ἐγράφη κατὰ τὸ μέσον τῆς ζωῆς τοῦ Πλάτωνος, δεύτερον τὸ μέγεθος πόνημα τοῦ μᾶλλον ἀγλαοῦ τῇ φιλοσοφίᾳ ἡμῖν μαθητοῦ τοῦ Σωκράτους ὂν μετὰ τοὺς Νόμους. Ἄρχων οὖν τοῦ λόγου ὅ τοι Σωκράτης, διελθὼν ἃ χθιζὸν παννύχιοι ἔλεγον ἐν Πειραιεῖ, ἐπεὶ οὗτος ὁ διάλογος ἐγένετο ἐντὸς τοῦ οἴκου ζαπλούτου τινὸς γέροντος, μετοίκου ἐκ Συρακουσῶν, ὀνόματι Κέφαλος (ὃς ἦν ὁ του Λυσίου πατήρ[1]). Τὰ μάλιστα πάντων τῶν ἄλλων δὲ ἀξιόχρεα πρόσωπα ἦν ὁ δ’ οὖν Σωκράτης καὶ δύο παρὰ τῆς ἀριστοκρατικῆς Ἀττικῆς νέοι, οἱ Γλαύκων καὶ Ἀδείματος, οἳ ἐτύγχανον ἀδελφοὶ τοῦ Πλάτωνος ὄντες.

Περὶ τοῦ ὀνόματος τοῦ διαλόγου

[edit | edit source]

Τοὔνομα «Πολιτεία» εὕρηται ὑπὸ τοῦ ἈριστοτέλουςἩ μὲν οὖν Πολιτεία περὶ ἧς ὁ Σωκράτης εἴρηκεν...»). [2] Ἔστιν τοίνυν εὑρεῖν ἔτι τὸ πόνημα ὡς «(ἢ) Περὶ δικαίου», ἐπεὶ οὖν πρότερον ἐγράφη ὑπὸ δῆτα λογίου του διαβιώσαντος κατὰ τὸν α´ αἰῶνα μ.Χ., τοῦ Θρασύλου. Οὗτος τοι ὁ ἀνὴρ διεῖλε τὴν Πολιτείαν εἰς ι´ βίβλους, αἴτιον δὲ οὐχ ἡ δόξα ἦν τοσοῦτον ὅσον τὸ ῥᾳδίως καταγράψαι μεγέθους καὶ σπάνεως ἕνεκα ἐν τοῖς πάλαι βίβλοις τὸν διάλογον. Οἱ πλεῖστοι μέντοι τῶν συγγραφέων οἷον ὁ Πλούταρχος ὀνομάζουσι τὸ περὶ οὗ ὁ λόγος βιβλίον ὡς «Ἡ του Πλάτωνος πόλις» ὡσπερεὶ περὶ ἰδέαν τινὰ γράφουσιν ἣν συνείληπτε ὁ Πλάτων καὶ οὐ τοῦ βιβλίου πέρι.

Ἔμβραχυ τὰ στοιχεῖα τῆς τελείας Πολιτείας

[edit | edit source]
Ὡς οἷόν τε μάλιστα φειδόμενοι τῆς μακρότητος τάδ' ἑξῆς παρέχει ἡμῖν τὸ τοῦ Πλάτωνος σύγγραμμα:[3]

Ἀπὸ τῆς εἰσαγωγῆς τοίνυν κατάδηλον γίγνεται ὅτι ἐπιχειροῦσιν ἐπεκδιηγήσασθαι τὴν θείαν ἔννοιαν τῆς δικαιοσύνης ἑστιώμενοι ἐπιτηδείων, προσηκόντων τῇ καθαρᾷ διανοίᾳ ἐξ ἧς ἧκεν καὶ ἡ δικαιοσύνη, λόγων (331d1). Μετὰ τοῦτο καὶ ἄχρι τοῦ μέσου τῆς δευτέρας βίβλου (386c3), ὁ Σωκράτης διαλέγεται τοῖς ἑξῆς γε ὁμιλοῦσιν ἀνδράσι, Πολεμάρχῳ (υἱῷ τῷ Κεφάλῳ ὄντι), Θρασυμάχῳ, Γλαύκωνι καὶ Ἀδειμάντῳ περὶ τῆς τε πάντως οὐσίας καὶ τῶν ἀποβησομένων ἐξ αὐτῆς. Ὡς τοῦτό ἐστι ἡ δικαιοσύνη καὶ ὅπως ὀνήσει ἡμᾶς τοὺς ἀνθρώπους, τοὺς δ’ οὖν δικαίως διακειμένους.

Τέως μὲν οὖν (368c4) ὁ Σωκράτης, μόνος νῦν καὶ οὐκέτι πρὸς πάντας τοὺς ἀνωτέρω ἀλλὰ μόνων αὖ ἑξῆς ὁμιλῶν μετὰ Γλαύκωνος καὶ Ἀδειμάντου, τεκμαίρονται κοινῇ ὅτι μᾶλλον εὐσύνοπτον καὶ εὔληπτον ἂν εἴη ὁρίσαι καὶ καταμαθεῖν τὴν οὐσίαν χρωμένοις τοι αὐτοῖς τούτοις μείζοσι μεγέθεσιν, οἷον τῇ πολιτείᾳ. Ὧδε γὰρ κτήσονται βελτίω τὸν νοῦν εὐπορώτερον τῶν λόγων δραττομένων. Ἀπὸ τίνος δὴ ἆρα ἀποῤῥεῖ ἡ δικαιοσύνη ἐν πόλει τινί; Ὅθεν δήπου καὶ μέχρι τοῦ 427c5 συζητοῦσι τὴν τελείαν τὴν μὲν δικαιοσύνην πολιτείαν. Τοιγαροῦν δέδοκται αὐτοῖς ἵνα φαεινότερον ποιήσωσιν τὸν λόγον ὅτι ἔδει γνωματεῦσαι τρεῖς ὁμάδας πολιτῶν· τοὺς φύλακας (οὗτοι γὰρ ἂν οἱ ἄρχοντες τῆς πόλεως εἶεν), τοὺς ἐπικούρους (οἱ ἐπικουροῦντες τοῖς φύλαξι πρᾶξαι ὁτιοῦν ἂν ἐβουλήθησαν, καθ’ ὅσον ἂν οἶοί τ’ ὦσι, φυλάττοντές τε πρὸς τούτοις τὴν πόλιν) καὶ τελευταίους τοὺς δημιουργούς, τοῦτο δῆτα μέν ἐστι τὸ πλῆθος τῶν γεωργικῶν ἀρουροπόνων καὶ τῶν παντὸς εἴδους τεχνιτῶν, παράγοντες καὶ μεταφέροντες τὰ ὑλικὰ ἀγαθά, ἐξ ὧν ἂν ξυνέστη καὶ ᾠκοδομήθη ἡ πόλις. Τί ποτε αὕτη δίκαιον; Ὅτι πάντες τὰς οἰκείας ἑαυτῶν ἕξεις ἐξεργάζονται, πρᾷοι ἔχοντες παντάπασι πρὸς τὰ τῶν ἄλλων καθ’ ὅτι ἂν δύνωνται (433)· κᾆτα ὅ τοι λόγος ἐπάνεισιν εἰς τὴν σφαῖραν τῆς ἡμῶν αὐτῶν ψυχῆς, ὡς καταδείξων ὅτι ἐκ τριῶν σύγκειται μερῶν. Τὸ μὲν οὖν ἐπιθυμητικόν, τὸ θυμοειδὲς καὶ τὸ λογιστικόν, ὅμοια ταῖς τῆς πόλεως ὁμάσιν ὄντα (440e10). Ἐν γὰρ τῇ τριχῆ διελομένην ψυχὴν ἕκαστον αὐτῶν οὐδαμῶς φροντίζει γε τὰ τῶν ἄλλων. Διόπερ τοίνυν νενόμισταί τε τὴν μὲν δικαιοσύνην εἶναι ἐντὸς τοῦ ἀληθοῦς, τῶν ἰδεῶν, κόσμου. Ἐν ᾧ πάρεισι τὸ κάλλος καὶ ἡ ὑγεία ὡς πολλοὶ ὑμνήκασιν (443c10)· πῶς γὰρ οὔ;

Ἐντεῦθέν που (449a) ἅμα τῷ Σωκράτει ἑτοίμῳ ὄντι περὶ τῆς ἀδίκου πολιτείας τε καί γε ψυχῆς ὁμιλῆσαι, ὅπως σταθμήσει ταύτην τῇ τὴν δικαίᾳ εὐδαιμονίαν τοῦ ἐν αὐτῇ ἀνθρώπου, παύεται ὁμιλῶν διαδεχομένων τῶν, πρὸ ὀλίγου, ἡσυχίαν ἀγόντων συνομιλητῶν. ᾨήθησαν γὰρ οὗτοι δοτέον αὐτοῖς ἐννοῆσαι τὰ ἔναγχος λεχθέντα περὶ τῶν γυναικῶν τε καὶ τῆς παιδοποιΐας, ἃ ἂν ὡρίζετο ὑπὸ τοῦ ἀξιώματός του (ὅτι μάλιστα κοινὰ τὰ φίλων ποιεῖσθαι-423e-).

Σπάραγμα παπύρου ἐκ Ὀξυῤῥύγχου ἐφ' οὗ μεταγραφή τις τῆς Πολιτείας εὕρηται, γ´ αἰὼν μ. Χ.

Καίπερ τὸν Σωκράτη ὀκνοῦντα εἰπεῖν τὸ πρῶτον καὶ ἀποκάμνοντα πιθανῶς ὁμιλοῦντα (ἀμυνόμενον γὰρ τῷ ἑσμῷ λόγων- καὶ γὰρ ἅγαν θαυμαστῶν) συγχωρεῖ ὅτι δεῖ διαγράψαι τάδε. Ἐπεὶ γοῦν φασι τάς τε γυναῖκας ὅσα ἂν τούς τε ἄνδρας, καὶ οὐχ ἥττων αὐτῶν, διδαχθῶσιν περὶ τῶν ἐπιστημῶν καὶ τῶν τοῦ πολέμου πρεπόντων ἐλευθέροις δημόταις εἰδέναι, θαυμαστὸν ἔτι πρᾶγμα μᾶλλον εἵπετο. Τὰς γυναῖκας ταύτας τῶν ἀνδρῶν τούτων πάντων πάσας εἶναι κοινάς, ἰδίᾳ δὲ μηδενὶ μηδεμίαν συνοικεῖν [4]. Τοῦτο ὥστε μήτε γονέα ἔκγονον εἰδέναι τὸν αὑτοῦ μήτε παῖδα γονέα [5].

Τοιγάρτοι πάντες ἂν βλέποιεν πάντας τοὺς παῖδας, πατέρας, μητέρας ὡς αὑτῶν λεγέτω κτῆμα, συνήθεις δὴ αὐτοῖς πάντες ἄν ἔσεσθαι, ὡσπερεὶ ἐν μιᾷ οἰκείᾳ διαβιοῦντας.

Προσέτι ἔδει φιλοσοφίᾳ πάντας πορεύεσθαι. Τούς γε ἀτεχνῶς μὲν οὖν κρατοῦντας τῆς πόλεως κυβερνήτας, φιλοσόφους ἔδει ἂν εἶναι ἢ τοὺς δὲ φιλοσόφους κυβερνήτας. Βέβαιον ὅτι διὰ τῆς φιλοσοφίας ἐλειτούργει ἂν ἡ δικαιοσύνη ἀνὰ τὴν ἀρίστην πόλιν. Οὕτω δὴ ἂν γνησίως τε καὶ καλῶς (473d2) τέλος λάβοι τὰ παθήματα τῶν ἀνθρώπων. Τοὺς μὲν τοιούτους κυβερνήτας διετείνετο πάντῃ ὡρίμους τε καὶ καλούς, οὐδ’ ὁπωστιοῦν μόνον τοι τὴν φρόνησιν ἀλλὰ καὶ τὴν ψυχήν, ἀνθρώπους ἔσεσθαι, ἄνδρας ἅμα καὶ γυναῖκας. Οὐ μὴν ἀλλὰ κατεῖχον ἂν ὄντες οὗτοι μὲν τοιοῦτοι τὴν δύναμιν περιόντων τῶν ἄλλων ταῖς δοκιμασίαις διὰ βασάνων.

Εἶτα τοίνυν πάσαν τὴν οὐσίαν ἀπολέσαντες πάντες οἱ τοιοῦτοι (416d5) καὶ διὰ μόνου τοῦ ἐν τῇ ἑαυτῶν ψυχῇ κειμένου χρυσίου παρὰ τῶν θεῶν (ἀνωτέρων γὰρ ὄντων) ἐκυβέρνουν ἂν σοφίᾳ καὶ δικαιοσύνῃ, χρωμένοις γε οὐ τὸ παράπαν τοῖς ἀνθρωπείοις νόμοις ἀλλὰ τοῖς ἀποῤῥέουσιν ἐκ τοῦ Ἀγαθοῦ (540a8) ἅμα τε παρασκευαζομένοις ὡς διδάξουσι τοὺς νέους κυβερνήτας. Δέδοκται ἄρα ἂν τῷ Σωκράτει ὅτι ἡ πόλις ὅλη μήτρα τις καθαρᾶς παιδείας εἴη.

Ποῖά ποτε τὰ μαθήματα οἷς διατρίψωσιν οἱ νέοι; Τὸ δὴ πρῶτον ἔσται ἡ μουσικὴ (καὶ ἐν αὐτῇ πάντως ἥ τε ποίησις) καὶ ἡ γυμναστικὴ (πρὸς τὸ θυμοειδές, φιλόσοφόν που νῦν, τῆς ψυχῆς). Πειστέον μέντοι τῇ παύσει τῆς μιμητικῆς καὶ τῆς τοῦ Ὁμήρου ποιήσεως ὡς ἄγαν ἐγειρούσας τὴν χάρμην (411e).[6][7]. Ταὐτὸ καὶ περὶ πάσης ποιούσης μουσικῆς ῥάθυμον τὴν ψυχήν, οἷον τῶν ἰαστὶ ἡρμοσμένων γε ὀργάνων [8].

Ἀρχομένου τοῦ ιζ´ ἔτους οἱ νέοι ἄρχονται διδασκόμενοι τὰς μαθηματικὰς ἐπιστήμας. Ἐπειδὴ ἔμπειροί πως πρὸς ταῦτα διάκεινται ἀπὸ τοῦ κ´ ἔτους διδάσκονται τὰ τοῦ πολέμου ἐπιτήδεια. Οἱ μέντοι εὐπόρως καὶ μάλιστα πάντων θυμόσοφοί τε καὶ περισσόνοοι αὖ πάλιν ἄρχονται μανθάνοντες ὑπὸ τοῖς μαθηματικοῖς διδασκάλοις τὴν ἀριθμητικήν, τὴν γεωμετρίαν, τὴν στερεομετρίαν, τὴν ἀστρονομίαν καὶ τὴν ἁρμονικήν. Ἐπιστῆμαι μὲν οὖν πλησιάζουσαι τὴν ψυχὴν τῷ κόσμῳ τῶν ἰδεῶν, τῆς τοῦ ὄντος φύσεως (537c3). Ἐλεγχομένων οὖν τῶν πολυϊστόρων καὶ ἢν φανῶσιν ἄξιοι διδαχθῆναι ἐπὶ πέντε ἔτη μανθάνουσι τὰ τῆς διαλεκτικῆς πρὸς τῇ τοῦ τῶν ἰδεῶν κόσμου σφαίρᾳ. Τέλος τοίνυν περιφέρει αὐτοὺς, πρῶτον ζῶντες, ἡ μνήμη τοῦ ἀληθοῦς νοητοῦ κόσμου, ἣν ᾔσθηντο πρό τε καὶ μετὰ τοῦ παρεληλυθότος βίου (ἰδὲ Φαίδωνα Πλάτωνος), ἡ ἰδέα τοῦ Ἀγαθοῦ ὂν τὸ μέγιστον μάθημα (505a), ἐπέκεινα τῆς οὐσίας κατὰ τὸν Σωκράτη.

Μετὰ τοίνυν τούτων οἱ ἀριστεύσαντες πρὸς τοῖς ἀνωτέρω ἐπὶ πεντεκαίδεκά περ ἔτη προστατήσουσι τῆς πολιτείας ὡς ἐπίσκοποι ἐν αὐτῇ (540a), ἐφορῶντες ταύτῃ αὐτὸ τὸ Ἀγαθὸν “παραδείγματι χρωμένους ἐκείνῳ”. Ἐπεκδιδασκόντων τούτων ἄρχονται αὖ πάλιν διαλεγόμενοι περὶ τῆς ἐν ταῖς ἡμῶν αὐτῶν ψυχαῖς ἀδικίας καὶ τὰ καθόλου πολιτεύματα.

Πρῶτον δὴ τὸ Τιμοκρατικὸν πολίτευμα φιλοδόξων πολεμιστῶν (547c-550c) μεταλλαττόμενον εἰς ὀλιγαρχίαν τοῦ πλούτου (550c-555a)· τοῦτό γε αὖθις ἔστιν μεταλλάττεσθαι εἰς Δημοκρατίαν ἀκράτου ἐλευθερίας (555b-562a) κἄπειτα κομιδῇ εἰς Τυραννίδα καθολικῆς ὑποδουλώσεως τῶν αὑτῆς πολιτῶν (562a-576b). Καθ’ ἕκαστον τῶν τεττάρων τούτων ἡμαρτημένων (τὴν μὲν δικαιοσύνην) πολιτευμάτων σκοποῦσι τὸ γενησόμενον πρῶτον γοῦν ἐπὶ τῇ πόλει, εἶτα τὸ ἐπὶ τοῖς δημόταις, ἄλλως τε ἐπὶ τῶν κρατούντων ταῖς ψυχαῖς.

Τί οὖν μεμαθήκαμεν; Τὴν τελείαν τῷ ὄντι ἀδικίαν τῇ τυραννίδι ταὐτίζεσθαι καὶ πάντων εἶναι τῶν ἀνθρώπων φασὶ τὸν ἀδικώτερον καὶ μάλιστα δυστυχῆ αὐτὸν τὸν τύραννον ἔσεσθαί τε ἐν τῷ μέλλοντι χρόνῳ, τἀναντία ἄρα ἢ ἅπερ ἔλεγεν πρῴην ὁ Θρασύμαχος.

Ὁ διάλογος τέλος ἔχει συνᾳδόντων γε τῶν διαλεγομένων ἀλλήλοις περὶ τῆς χαλεπότητος τῆς μιμητικῆς καὶ τῆς πάντως τοῦ Ὁμήρου ποιήσεως (595a-603b). Τέλος ὡς εἰκὸς ὅτι λυσιτελεῖ τοῖς δημόταις τῆς Πολιτείας ἐν τῷ παρόντι καὶ τῷ ἐσομένῳ βίῳ ὁ συγχρωτισμὸς τῇ Δικαιοσύνῃ, μέρος οὔσης τοῦ Ἀγαθοῦ εἰς ὃ δέον ἀποβλέπειν.

Ἡ θεωρία τῶν ἰδεῶν[9][10]

[edit | edit source]
Τοιαύτῃ χρῆται ἀλληγορίᾳ ἐν τῷ μύθῳ τοῦ Σπηλαίου ὁ Πλάτων κατὰ τὸ βιβλίον Ζ´ τῆς αὑτοῦ Πολιτείας (καθόλου 514-517)

Πᾶν πρᾶγμα δὴ ἐν τῷ ἀνθρωπίνῳ κόσμῳ τῆς αἰσθητῆς γοῦν καθεστηκυίας δημιουργίας οὐδὲν ἄλλο ὂν ἢ ὁμοίωμά του σώματος κειμένου τὸν μὲν ἀεὶ χρόνον ἐν τῷ τῆς νοήσεως κόσμῳ ἀδύνατον ἔφυ ὁμοιοῦσθαι τῷ οὗ τοῦτό ἐστιν εἴδωλον πράγματι. Οὐκοῦν πλειστάκις ἑκασταχοῦ κεῖται τὸ πρῶτον οὕτω λεχθὲν σκέμμα ὑπὸ Σωκράτους κᾆτα ὑπὸ τοῦ ἀληθοῦς αὑτοῦ μαθητοῦ Πλάτωνος πρὸς τῇ Πολιτείᾳ καὶ δὴ ἐν τῷ τοῦ σπηλαίου μύθῳ. Εἰ γάρ τις βούλοιτο γλύψαι ἄγαλμά τι παριστὰν ἄνδρα ἀπὸ πολέμου ὑποσκάζοντα οὐκ ἂν ἔμελλεν ὄψεσθαι αὐτὸν οὖν τοῦτον τὸν ἄνδρα οὗ πειραθήσεται μαρμάρῳ κηδεῦσαι; Οὕτω γὰρ καὶ οὐχὶ τῆς ἰδέας ἄφνω εἰς αὐτὸν ἐπιπεπτωκυίας οἷός τ’ ἔσται ἐρίτιμος καὶ περιφανὴς ὁ γλύπτης ἢ ὁστισοῦν τῷ πλήθει γενέσθαι ὡς ὀψόμενος ὑφ’ ὧν περ ἐβούλετο γνησίως ὀφθῆναι. Τοιγάρτοι πρᾴως ἔχων ὁ Πλάτων παραινεῖ ἡμῖν ἐπιθῆναι τῇ ἀληθεῖ φιλοσοφίᾳ ἀποπιμπλάντες τὰ περὶ μεγίστου ἄξια ὁρῶν ὅτι οἱ θεοὶ νοῶντές που ἀνθίστανται τῶν «Ἐπικουρείων», ἅτε διατρίβουσιν ἐκεῖσε μακάριοι, ἐγνωκότες ὡς οὐκέτι τούτων ἔργον πλείω ἐκεῖ παρεῖναι. Διαφερόντως γὰρ καὶ τοῦτ’ ἔχουσιν κράτιστοι τὸν νοῦν ἡμῶν ὄντες ἕνεκεν τῆς σφετέρας σοφῆς δόξης.

Εἰ μέλλομεν οἷοι δεῖ ἡμᾶς ἀληθῶς εἶναι ἰτέον ἀτεχνῶς τῷ νῷ χρωμένους ἐπέκεινα τοῦ βασιλεύοντος ὑπὸ θάνατον κόσμου. Τί πότε τούτου μανικώτερον φαίνοιτ’ ἂν τοῖς ἀνθισταμένοις τῷ θράσει τῇ τε ἀμαθίᾳ τὴν φρόνησιν ἀνθρώποις; Τὴν μὲν οὖν σκέψιν τοῦ Πλάτωνος οἵαν ἐστίν, ἑτοίμους ποιῆσαι ἡμᾶς τοῦτο εἰσαθρεῖν, ἐπὰν ἐννοήσωμεν ὅτι πᾶς ἐλδόμενος ἐπὶ τῷ ἀνύσαι τι ἔδει ἂν ἑκάστοτε διαυγῶς ὁρᾶν πρὸς ὃ δημιουργεῖ, οὕτω φησι κάλλιον ἔσεσθαι ἢ τοῦ ἀπὸ νοῦ δημιουργῆσαι. Τὸ δὲ δὴ μετὰ τοῦτο ὁρίζει τὰ ἐν τῷ φαεινῷ διαστήματι, ὁπόθεν αὐτὰ καθ’ ἑαυτὰ πράγματά τε καὶ ὄντα (χρῆται ταῖς λέξεσιν ἰδέαι, ὄντως ὄντα, εἴδη ὅμοιά τε τούτοις) συνιέμενα γίγνονται διὰ τῆς ἀγχινοίας μόνης τοῦ νοῦ ἅτε οὕτω δύναται τὰ ἀκίνητα μέρη αὐτῶν ἀσφαλῶς ὁρᾶν. Τὰ δὲ δηρόβια, κινούμενα λεγέτωσαν, διὰ τῶν αἰσθήσεων, ψευδῆ οὖν εἰκόνα παρέχουσιν ἡμῖν τῶν αὐτόχρημα ἀκινήτων ἐν μακαριότητι. Πᾶν γὰρ κινούμενον φθείρεται, τὴν ἐναντίαν τοίνυν ὁδὸν φαίνεται ἐληλυθέναι τὸν Πλάτωνα τῶν Ἐπικουρείων λεγόντων ὅτι ἐξ ἀτόμων φθαρτῶν κεῖνται κυριττόμενοι ἐν τοῖς ὑπὸ τοῦ βραδέως πλεομένου χρόνου μετακοσμίοις[11]. Μεθιᾶσι δὲ δῆτα τὰ αἰσθητὰ τῶν ἰδεῶν, ὅθεν καὶ ἐκ τοῦ παραχρῆμα λέξωμεν ὀνομαίνονται ὡδί. Τὸ καλὸν οἷον πέμμα ἢ καθόλου εἰπεῖν ἔδεσμα διά τι τυγχάνει καλὸν ὄν; Οὐ διὰ τοῦ μετέχειν τοῦ καλοῦ; Πάνυ γε. Πρὸ γὰρ τοῦ κατακεκλεῖσθαι τὴν ψυχὴν ἐν ἡμῖν προσετύγχανεν ὡς ἀθάνατόν τι ἀθανάτῳ τοῖς ὄντως πράγμασιν, ὅτε ὅμως δὲ ἤχθη εἰς τὸ σῶμα διαλανθάνουσαν τὰ εἴδη ἐγκαθεώρα τὰς ὁμοιώσεις τοῖς πράγμασιν καὶ γίγνεται ἡ Πλατωνικὴ ἀνάμνησις, προϋπάρχουσα ἀληθής δόξα, γνῶσις. ᾯ καὶ τέλος ὑπάρχει ἀπεργαζομένης τῆς φιλοσοφίας (αὕτη γὰρ μόνη ἐστὶ κακὴ πρᾶξις, ἐπιστήμης στερηθῆναι) [12]. Τοιγαροῦν ἡ ψυχὴ διαφερόντως τῶν τοῦ κόσμου οὖσα δείκνυσι τὸ ἀληθὲς καὶ οὐ τὰς τῶν αἰσθητῶν ἀβεβαίους δῆτα δόξας. Εἰ ἄρα ἀθροῖμέν πῃ τὸν ἥλιον ἐπιφαίνοντα τῷ αἰσθητῷ αὐτὸ γοῦν τοῦτο συμβαίνει πρὸς τὸ νοητόν, οὗ τὸ φῶς οὐδὲν ἄλλον ἡμῖν τυγχάνει ἢ τὸ ἀληθές. Ἄλλῃ που εὑρίσκομεν δὲ καὶ τὸν Πλούταρχον παραδείγματι χρώμενον λέγοντα περὶ τοῦ οὐρανίου ἔρωτος ὡδὶ «ὡς δὲ γεωμέτραι παισὶν οὔπω δυναμένοις ἐφ ̓ ἑαυτῶν τὰ νοητὰ μυηθῆναι τῆς ἀσωμάτου καὶ ἀπαθοῦς οὐσίας εἴδη πλάττοντες ἁπτὰ καὶ ὁρατὰ μιμήματα σφαιρῶν καὶ κύβων καὶ δωδεκαέδρων προτείνουσιν...»[13] ἵνα συνήσωσι ὅτι ταῦτα ἄγει τοὺς ἀπροσδιονύσους πρὸς τὰ νοητά, τὰ οὖν ταῖς ἀναθαλούσαις ἀναμνήσεσιν ὁρώμενα ἐπὶ τὰ αἰσθητά.

Τὰ τοῦ διαλόγου πρόσωπα

[edit | edit source]
  • Σωκράτης
  • Γλαύκων (ἀδελφός τις πρεσβύτερος τοῦ Πλάτωνος καὶ συνήθης τῷ Σωκράτει)
  • Ἀδείμαντος (ἄλλος τις ἀδελφὸς πρεσβύτερος τοῦ Πλάτωνος)
  • Κέφαλος (δημιουργός τις ὅπλων)
  • Πολέμαρχος (τοῦ Κεφάλου υἱός)
  • Θρασύμαχος (σοφιστής καὶ φίλος Κλειτοφῶντος)
  • Χαρμαντίδης (ἄλλος τις Κεφάλου υἱός)

Τεκμήρια

[edit | edit source]
  1. Γεωργίου Μιστριώτου «Μεγάλη Ἑλληνικὴ γραμματολογία», Τόμος Β1 σ. υπ΄(480), ἐκδόσεις Φιλολογικὸν τοῦ ,αϡοβ΄ (1972)
  2. Πολιτικὰ 1264b
  3. Κατὰ τὴν Πολιτείαν τοῦ Πλάτωνος ὑπὸ Ν. Μ. Σκουτεροπούλου (ἐκδόσεις ΠΟΛΙΣ) καὶ ἐκδόσεις ΖΗΤΡΟΥ (ἐπιμελείᾳ καὶ μεθερμηνείᾳ Μαυροπούλου Γ. Θεοδώρου).
  4. Πλάτωνος Πολιτεία 457c10
  5. Πλάτωνος Πολιτεία 457d
  6. Ἀθήναιος, Δειπνοσοφισταὶ V,187c
  7. Κλήμης Ἀλεξανδρεύς, Στρωματεῖς, V, 14.166
  8. βλέπε Πλάτωνος Λάχης 188d
  9. A. E. Taylor, Πλάτων ὁ ἄνθρωπος καὶ τὸ ἔργο του. Μορφοτικὸ ἵδρυμα ἐθνικῆς τραπέζης (ΜΙΕΤ)
  10. Ἐκδόσεων ΚΑΚΤΟΣ εἰσαγωγικὸν σημείωμα τῆς τοῦ Πλάτωνος διατριβῆς «Η φιλοσοφία του»
  11. Ἐπίκουρος ΗΘΙΚΗ, ἐκδόσεις «ΖΗΤΡΟΣ» 2009 σελὶς φξα΄ (561)
  12. Πλάτωνος Πρωταγόρας 345b
  13. Πλουτάρχου Ἐρωτικός 765a