Jump to content

Wp/grc/Ὅμηρος

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Ὅμηρος

Ὅμηρος τυφλὸς μετὰ τοῦ ἀρχηγοῦ (Οὐίλιαμ - Ἀντόλφ Μπουγκερώ, 1874)

Ὅμηρος ἦν ὁ ἀρχαιότατος καὶ εὐκλεέστατος ποιητὴς πάντων τῶν Ἑλλήνων, «παιδείας ἡγεμών». Ἐδόκει τοῖς ἀρχαίοις Ἕλλησιν τὸν Ὅμηρον τὰς ὠδὰς περὶ τῆς Ἀχιλλέως μήνεως καὶ περὶ τοῦ Ὀδυσσέως νόστου γεγραφέναι.

Περὶ τοῦ ὀνόματος Ὅμηρος

[edit | edit source]

Ὅμηρός ἐστι τὸ ἀνθρώπου τέλους τινὸς ἕνεκα τοῦ ἑαλωκέναι ἢ ἑκόντος ὑπὲρ ἄλλου τινὸς παραδεδομένου ὄνομα. Ἀλλ' ἐπεὶ τυφλόν φασιν γεγονέναι, πολλοὶ οἴονται τάδε· Ὅμηρος ὁ μὴ ὁρῶν λέγει. Τούτῳ μέντοι τῷ σκέμματι οὐ πάντες πείθονται.

Περὶ τῆς τοῦ ποιητοῦ πατρίδος

[edit | edit source]

Ἔνιοι συγγραφεῖς παραδιδόασι τάδε ἑξάμετρα ἔπη περὶ τῆς τοῦ ποιητοῦ πατρίδος·

Ἑπτὰ πόλεις διερίζουσιν περὶ τὴν τοῦ Ὁμήρου ῥίζαν·
Σμύρνα, Ῥόδος, Κολοφῶν, Σαλαμίς, Χίος, Ἄργος, Ἀθῆναι.

Ἄλλοι μὲν καὶ τὴν Ἴον ὀνομάζουσιν ἀντὶ τῆς Χίου, ὅτε μιμνῄσκωνται στίχων. Ἐν Ἴῳ δὴ ὁ τάφος αὐτοῦ ἐδείκνυτο διὰ πολλοῦ ἀρχαίου χρόνου. Ἄλλοι δὲ γράφουσιν τὸν Ὅμηρον ἐξ Ἰθάκης ἢ ἐκ Πύλου εἶναι ἢ ἐγγὺς τοῦ Μέλου ποταμοῦ γεγονέναι, διὸ καὶ ὁ Μελησιγένης κέκληται. Τήμερον δὲ πολλοὶ ἡγοῦνται τὸν Ὅμηρον ἐν τῇ ὀγδόῃ ἑκατονταετηρίδι π.Χ. γεγονότα εἶναι, ἄλλοι ἔμπροσθεν ταύτης. ὅπου δὲ οὐδεὶς οἶδεν.

  • Ἐπιτομὴ ἐξ Ὀδυσσείας ἀρχῆς:

Ἄνδρα μοι ἔννεπε, Μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ
πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσε·
πολλῶν δ' ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
πολλὰ δ' ὅ γ' ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,
ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.
ἀλλ' οὐδ' ὧς ἑτάρους ἐρρύσατο, ἱέμενός περ·
αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο,
νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο
ἤσθιον· αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.
τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.