Wp/grc/Ὀδυσσεύς

Ὀδυσσεύς, Λαέρτου καὶ Ἀντικλείας υἱός, ἄναξ Ἰθάκης ἔνδοξος ἦν, ἀνὴρ Πηνελόπης καὶ πατὴρ Τηλεμάχου. διὰ τὴν τοῦ νοῦ ὀξύτητα καὶ τὴν πολυτρόπον μῆτιν ἐκαλεῖτο «Ὀδυσσεὺς ὁ πολύμητις» ἢ «ἀνὴρ πολύτροπος». ἐν μὲν τῇ Ἰλιάδι τῇ Ὁμήρου πρωτεύει, ἐν δὲ τῇ Ὀδυσσειᾳ αὐτὸς ὁ ἥρως τοῦ ποιήματος ἐστίν.
Ἐν τῷ Τρωικῷ πολέμῳ ἐστρατεύσατο, ὅπου τῇ στρατηγικῇ βουλῇ καὶ τῇ ἐν ταῖς πρεσβείαις δεινότητι ἐτιμᾶτο, καὶ τό γε μέγιστον· τὸν Δούρειον Ἵππον ἐμηχανήσατο. Τροίας δὲ ἁλωθείσης, ὁ νόστος αὐτῷ δεκαετὴς ἐγένετο, μυθικῶν πόνων καὶ κινδύνων ἀνάπλεως· ἐν τούτῳ γὰρ τῷ χρόνῳ τῷ Κύκλωπι Πολυφήμῳ καὶ Κίρκῃ τῇ φαρμακίδι ἐνέτυχεν, τάς τε Σειρῆνας παρῆλθεν, Σκύλλαν καὶ Χάρυβδιν διέφυγε, καὶ ὑπὸ Καλυψοῦς τῆς νύμφης κατείχετο, πρὶν τοὺς Φαίακας βοηθήσαντας αὐτὸν εἰς Ἰθάκην ἀποκομίσαι.
Ὁ δ᾽ ἐπὶ τὴν πατρίδα ἐπανελθών, ἐσχημάτισεν ἑαυτὸν πτωχόν, ἵν᾿ ἀνακομίσηται τὴν βασιλείαν. τῶν τῆς Πηνελόπης μνηστήρων σοφίᾳ περιγενόμενος, τὸ μέγα τόξον τὸ ἑαυτοῦ ἐντείνας, μετὰ τοῦ υἱοῦ καὶ τῶν πιστῶν θεραπόντων ἅπαντας κατέσφαξεν. ὑστάτῳ δὲ σημείῳ παρὰ τῆς Πηνελόπης ἐβεβαιώθη ὅτι αὐτὸς εἴη· καὶ οὕτως, πολλάκις οὐκ ἄνευ θείας ἐπικουρίας, εἰρήνη ἐν Ἰθάκῃ ἀποκατεστάθη.