Jump to content

Wp/grc/Ἰουστινιανός Β΄

From Wikimedia Incubator
< Wp‎ | grc
Wp > grc > Ἰουστινιανός Β΄
[ Κοινῇ ] [ Ἰωνικῇ ]
Ὁ Χριστός καὶ ὁ Ἰουστινιανός Β΄

Ἰουστινιανός Β΄ ἦν βασιλεὺς Βυζαντινός ἀπὸ τοῦ ἐνιαυτοῦ 685 ἕως τοῦ ἐνιαυτοῦ 695 καὶ ἀπὸ τοῦ ἐνιαυτοῦ 705 ἕως τοῦ ἐνιαυτοῦ 711.

Ἰουστινιανός, ὁ Ῥινότμητος, υἱὸς Κωνσταντίνου: ὃς πρὸς τοῖς ἄλλοις κακοῖς καὶ ἐς τὰς πολιτικὰς ἀρχὰς καθίστη ἄνδρας ἀπηνεῖς καὶ ὠμοτάτους, ὧν ἦν Στέφανος ὁ εὐνοῦχος, Πέρσης, ταμίας τῶν βασιλικῶν χρημάτων. καὶ πολλὰ τοὺς ὑπὸ χεῖρα αἰκιζόμενος ἄχρι καὶ εἰς τὴν μητέρα Ἰουστινιανοῦ τὴν τόλμαν ἐξήνεγκε, μάστιγας αὐτῇ ἐν σχήματι ὡς οἱ γραμματισταὶ τοὺς παῖδας ἐπιθέμενος. καὶ Θεόδοτόν τινα ἔγκλειστον γεγονότα κατὰ τὰ Θρᾳκῷα τοῦ στενοῦ τῶν δημοσίων λογιστήν, ὃν τὸ δημῶδες γενικὸν λογοθέτην, ἐποίησεν. ὃς ὑπερβολῇ ὠμότητος τὰ χρήματα ἔπραττε, μετεώροις σχοινίοις ἀναρτῶν καὶ περικαπνίζων ἀχύροις τοὺς περιφανεστάτους ἀπέκτεινε. καὶ Λεόντιον στρατηγὸν τῶν ἀνατολικῶν, καὶ Πατρίκιον Ἴσαυρον τρισὶν ἔτεσιν ὑποφρούριον ἐποίησεν Ἰουστινιανός, ὕστερον δὲ στρατηγὸν Ἑλλάδος ἀπέδειξεν. ὃν Παῦλος, τῆς Καλλιστράτου μονῆς μοναχός, ἀστρονόμος, καὶ Γρηγόριος Καππαδόκης, ἡγούμενος τῆς τοῦ Φλώρου μονῆς, προεμαντεύσαντο, καὶ ἐγκρατὴς τῆς βασιλείας ἐγένετο.

ἐξωτερικοὶ σύνδεσμοι

[edit | edit source]