Jump to content

Wp/grc/Ἰησοῦς Χριστός

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Ἰησοῦς Χριστός
 Τοῦτο τὸ λῆμμα ἐγράφη ἐν τῇ Κοινῇ διαλέκτῳ.
 Τοῦτο τὸ λῆμμα ἀνατεθεώρηται.
Ἰησοῦς Χριστός, ὁ ποιμὴν ὁ ἀγαθός (ἀρχαῖον Ῥωμαϊκὸν ζωγράφημα)

Ἰησοῦς (ἐγεννήθη περὶ τὸ 1 π.Χ., ἐσταυρώθη δὲ περὶ τὸ 33 μ.Χ.), ὁ καὶ Ἰησοῦς ὁ Ναζωραῖος λεγόμενος, ἐστὶ τὸ κέντρον τῆς πίστεως τοῦ Χριστιανισμοῦ. Οἱ πλεῖστοι Χριστιανοὶ τοῦτον Υἱὸν τοῦ Θεοῦ νομίζουσιν, καὶ πιστεύουσιν ὅτι πᾶσιν ἀνθρώποις βοηθεῖ.

Περὶ τῆς ἱστορικῆς ὑπάρξεως Ἰησοῦ σχεδὸν πάντες οἱ νεώτεροι μελετηταὶ ὁμοδοξοῦσιν ὅτι ὁ Ἰησοῦς ὑπῆρξεν. Οἱ πλεῖστοι τῶν μελετητῶν θεωροῦσιν αὐτὸν Ἰουδαῖον διδάσκαλον ἐκ τῆς Γαλιλαίας, ὃς ἐβαπτίσθη ὑπὸ Ἰωάννου τοῦ Βαπτιστοῦ καὶ ἐσταυρώθη ἐν Ἱεροσολύμοις ἐπὶ Ποντίου Πιλάτου. Αἱ βιογραφικαὶ εἰκόνες ποικίλαι γεγόνασιν, ὅμως κοινὰ γνωρίσματα πολλὰ ἔχουσιν.

Τινὲς ἀποκαλοῦσιν αὐτὸν ῥαββί (διδάσκαλον), θεραπευτήν, ἡγεμόνα κινήσεως ἀποκαλυπτικῆς, Μεσσίαν, σοφόν· ὃς τὴν βασιλείαν τοῦ Θεοῦ ἐκήρυξεν καὶ μετάνοιαν παρεκάλει. Οἱ μελετηταὶ, συγκρίνοντες τὰς ἐν τῇ Καινῇ Διαθήκῃ ἀφηγήσεις μετὰ ἄλλων οὐ χριστιανικῶν μαρτυριῶν, ἀναπλάττουσι τὴν βιογραφίαν τοῦ Ἰησοῦ.

Οἱ Χριστιανοὶ θεωροῦσιν ὅτι Ἰησοῦς ἐστὶν ὁ ἐν τῇ Παλαιᾷ Διαθήκῃ ὑπεσχημένος Μεσσίας. Ὀνομάζουσιν δὲ αὐτὸν Ἰησοῦν Χριστόν ἢ ἁπλῶς Χριστόν, ὄνομα ᾧ χρῶνται καὶ οἱ μὴ πιστεύοντες. Πιστεύουσιν ὅτι ἐν γαστρὶ τῆς παρθένου Μαρίας ἐκ Πνεύματος Ἁγίου συνελήφθη, σημεῖα πολλὰ ἐποίησεν, τὴν Ἐκκλησίαν ἐθεμελίωσεν, καὶ ἔπαθεν θάνατον σταυρικόν ἵνα ἄφεσιν ἁμαρτιῶν λάβωσιν οἱ ἄνθρωποι· τῇ δὲ τρίτῃ ἡμέρᾳ ἠγέρθη ἐκ νεκρῶν καὶ ἀνελήμφθη εἰς τὸν οὐρανόν, ὅθεν μέλλει ἔρχεσθαι ἐν δόξῃ ἐν τῇ Δευτέρᾳ Παρουσίᾳ. Οἱ πλεῖστοι Χριστιανοὶ προσκυνοῦσιν αὐτὸν ὡς τὸν Υἱὸν τοῦ Θεοῦ σεσαρκωμένον, τουτέστι τὸ δεύτερον Πρόσωπον τῆς Ἁγίας Τριάδος· ὀλίγοι δὲ τὴν Τριάδα ἢ μέρος αὐτῆς ἀθετοῦντες οὐ τιμῶσιν αὐτὸν ὡς Θεόν.

Ἡ ἐτυμολογία τοῦ ὀνόματος Ἰησοῦ

[edit | edit source]

Τὸ ὄνομα Ἰησοῦς ἐστὶν Ἑλληνικὴ μεταγραφή τοῦ Ἀραμαϊκοῦ יֵשׁוּעַ (Ἰησοῦα · Yēšûaʿ), κεκολοβωμένου τύπου τοῦ Ἑβραϊκοῦ יְהוֹשֻׁעַ (Ἰεωσοῦα · Yĕhōšûaʿ)· ὁ δὲ συντετμημένος τύπος ἐστὶν יֵשׁוּעַ (Ἰησοῦα · Yēšûaʿ). Ἐν τῷ Κορανίῳ ὀνομάζεται عيسى (Ἰσᾶ · ʿĪsā). Εἰς πλείστας γλώσσας παρῆλθεν διὰ τοῦ Λατινικοῦ Iesus.

Ἐν τῇ Καινῇ Διαθήκῃ τὸ ὄνομα ἐξηγεῖται «Κύριος σῴζει» ἢ «Κύριος σωτηρία ἐστίν». Τὸ ὄνομα τοῦτο κοινὸν ἦν ἐν Ἰουδαίᾳ τοῖς χρόνοις τῆς γεννήσεως Ἰησοῦ· ὁ Φλάβιος Ἰώσηπος μνημονεύει τοὔνομα πολλάκις περὶ διαφόρων ἀνδρῶν, καὶ παρὰ Φίλωνι τῷ Ἰουδαίῳ γνωστὸν ἦν.

Χριστός Ἑλληνικὸν ὄνομα ἐστίν, τὸ «κεχρισμένος» δηλοῦν· ἑρμηνεία γάρ ἐστι τοῦ Ἑβραϊκοῦ מָשִׁיחַ («Μεσσίας») παρὰ τῇ Ἑρμηνείᾳ τῶν Ἑβδομήκοντα. Ἐν τῷ κατὰ Ματθαῖον ἡ τοῦ Πέτρου ὁμολογία «Σὺ εἶ ὁ Χριστός» τὸν Ἰησοῦν τῷ Μεσσίᾳ ταὐτὸν ποιεῖ· ὕστερον δὲ τὸ «Χριστός» ὡς ὄνομα κύριον ἐχρῆτο (Ἰησοῦς Χριστός); τὴν ἀρχὴν δὲ ἦν προσηγορικόν («Ἰησοῦς ὁ κεχρισμένος»).

Βιογραφία

[edit | edit source]
Αἱ τῆς Ἰουδαίας καὶ Γαλιλαίας ἐπαρχίαι ἐν ταῖς ἡμέραις τοῦ Ἰησοῦ (ἀγγλιστί).

Ἀληθῶς ὀλίγιστοι μελετηταὶ ἀμφισβητοῦσι τὴν ὕπαρξιν τοῦ Ἰησοῦ ὡς ἱστορικοῦ προσώπου· ἔνιοι δὲ τῶν πρώτων αἱρετικῶν (βλ. κάτω) καὶ τὴν ἐνσάρκωσιν ἠρνοῦντο. Οἱ δὲ πλεῖστοι τῶν ἐσπουδακότων περὶ τὴν ἱστορίαν Ἰησοῦ μετὰ βεβαιότητος πρεσβεύουσιν ὅτι ὑπῆρξεν. Πάντα δὲ τὰ περὶ τῶν ὑπὲρ φύσιν σημείων οὐ ῥᾳδίως ἐκ τῶν γραμμάτων ἢ ἄλλως τεκμηριοῦνται, πλὴν ὅσα ἐν τῇ Βίβλῳ περιέχονται. Κατὰ τὸν χρόνον τοῦ θανάτου αὐτοῦ ἡ βιοτὴ τίθεται ἐν ταῖς ἀρχαῖς τῆς πρώτης ἑκατονταετηρίδος μ.Χ., ἐν Ἰουδαίᾳ ὑπὸ Ῥωμαίους οὔσῃ.

Ῥωμαῖοι τῇ Ἰουδαίᾳ περὶ τὸ 63 π.Χ. ἐνεπλάκησαν· περὶ δὲ τὸ 6 μ.Χ. ἡ χώρα εἰς ἐπαρχίαν Ῥωμαίων ἐτέθη. Ἡγεμὼν ἀπὸ τοῦ 26–37 μ.Χ. ἦν Πόντιος Πιλᾶτος. Ἐν ἐκείνοις τοῖς καιροῖς Ῥωμαῖοι πρὸς τὰς ἑτέρας θρησκείας ἀνεκτικῶς ἔφερον, ἐπιτρέποντες τοῖς ὑποτελέσιν, ὡς τοῖς Ἰουδαίοις, τὴν ἰδίαν λατρείαν.

Ἔτος γεννήσεως

[edit | edit source]

Δύο ὁδοὶ χρῶνται ἕως νῦν πρὸς τὸ ὁρίζειν τὸν χρόνον τῆς γεννήσεως Ἰησοῦ· ἡ μὲν ἀκολουθεῖ ταῖς κατὰ Λουκᾶν καὶ Ματθαῖον διηγήσεσι τῆς γεννήσεως καὶ ἄλλαις πηγαῖς, ἡ δὲ ἄλλη ἀναλογίζεται ἀπὸ τοῦ καιροῦ ὅτε ἤρξατο ὁ Ἰησοῦς διδάσκειν.

Κατὰ τὸ κατὰ Ματθαῖον ἡ γέννησις ἔλαβεν χώραν «ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως», ὃς ἀπέθανεν τῷ 4 π.Χ. (Ματθ. 2,1). Τὸ δὲ κατὰ Λουκᾶν τίθησι τὴν γέννησιν ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς Κυρηνίου, ἡγεμονεύοντος τῆς Συρίας (Λουκ. 2,2), ἣ ἐγένετο τῷ 6 μ.Χ. Οἱ πλεῖστοι τῶν μελετητῶν ὑπολαμβάνουσι τὸ διάστημα 6–4 π.Χ. ὡς πιθανώτατον· ἕτεροι δὲ προτείνονται 7–2 π.Χ.

Ἔνιοι δὲ ἄλλην μέθοδον χρῶνται, ἀναλογιζόμενοι ἀπὸ τοῦ «ὡσεὶ ἐτῶν τριάκοντα» (Λουκ. 3,23) ἐπ᾽ ἀρχῆς τῆς διακονίας, καὶ ἀπὸ τῆς χρονολογίας τοῦ Πάσχα ἐν Ἰωάννῃ (Ἰω. 2,13.20), ὥστε τὴν ἀρχὴν τῆς διακονίας θέσθαι περὶ τὰ 27–29 μ.Χ. καὶ τὴν γέννησιν περὶ 6–4 π.Χ.

Καίπερ ἡ ἑορτὴ τῶν Χριστουγέννων ὁρίζεται τῇ 25ῃ Δεκεμβρίου, τοῦτο οὐ μαρτυρεῖται ἱστορικῶς· μᾶλλον ἔοικεν ἔαρι ἡ γέννησις γεγονέναι (ποιμένων ἐν ἀγρῷ νυκτὸς φυλασσόντων).

Παρὰ τῷ Ἰσλάμ

[edit | edit source]

Παρὰ τῷ Ἰσλάμ Ἰησοῦς (‘Īsā) προφήτης λογίζεται, ἐκ παρθένου γεγεννημένος· οὐ μὴν ἀλλ᾽ οὐ σταυρωθείς.

Παρὰ τῷ Ἰουδαϊσμῷ

[edit | edit source]

Παρὰ τῷ Ἰουδαϊσμῷ ἀπορρίπτεται ὡς Μεσσίας, ἐπεὶ κατὰ τὴν ἰδίαν αὐτῶν γνώμην αἱ περὶ Μεσσίου προφητεῖαι οὔπω πεπλήρωνται ἐν αὐτῷ.

Ἐξωτερικοὶ σύνδεσμοι

[edit | edit source]