Wp/grc/Ἕλμουτος Μάρξ
Ὁ Ἕλμουτος Μάρξ (γερμανιστί· Hellmuth Marx; 17 Ἰουνίου 1915 – 1 Ἰανουαρίου 2002) γλύπτης αὐστριακὸς ἦν.
Βίος
[edit | edit source]Μάρξ νεώτατος ὢν πέντε παιδῶν ἐν τῇ Λεντίᾳ παρὰ τὸν Ἴστρον ἐγένετο. Ὁ πατὴρ αὐτοῦ, ὄνομα ἔχων Οὐίκτωρ Μάρξ ἐκ τῆς Γρακίας (1870-1928), στρατιώτης βασιλικὸς ἦν· ἡ μήτηρ αὐτοῦ, ὄνομα ἔχουσα Κλάρα Μάρξ (1876-1948), ἦν ἐκ τοῦ Ὀβερδραυβούργου Καρινθίας. Tῷ ἔτει 1926 εἰς ὑπὸ καθολικῶν ἱερέων διοικούμενον διδασκαλεῖον. Τῷ Ἰουνίῳ 1933 ἐπαύσατο μανθάνων ἐκεῖ.
Τὸ ἔτος 1933 ἐν τῷ Πανεπιστημίῳ Τεχνολογίας τῆς Γρακίας ἐφοίτησε μανθάνων τρία ἔτη ἀρχιτεκτονικήν. Ἔχων τὸν Δανίηλον Παυλούσσιον, τὸν Ἀλφρέδον Οὐικενβούργιον καὶ τὸν Φρειδιρίκον Σιλβεβαῦρον ὡς διδασκάλους ἐν τῇ Σχολὴ Τεχνῶν Στυρίας προσετέθη. Ἔνθα ἀπήντησε καὶ ἔμαθε παρὰ τῷ Γουλιέλμῳ Γοίσσερι ὅσπερ ἦν γὲ ἐπιστήμων τῆς μεθ' ὕλης καὶ λίθου γλυπτικῆς.
Αὐτοῦ θεράποντος τῆς στρατιᾶς τῷ ἔτει 1938/39 ἐν τῇ Κλαγενφούρτῃ πρῶτον μεταπεμφθέντος ἔδει ἐντεῦθεν αὐτὸν στρατιώτην ὄντα εἰς τὸ τῆς Νορουηγικῆς Θαλάσσης στόμα ἐλαύνειν. Τὰ τοῦ πολέμου γενόμενα αὐτὸν εἰς τήν τε Λαπίαν καὶ τὴν Φιννίαν καὶ τὴν Νορουηγίαν μέχρι τοῦ Ναρουικοῦ ἔφερεν. Τὴν τῆς στρατιᾶς θεραπείαν ἐκ τοῦ Μαίου 1939 εἰς τὸν Ἰανουάριον 1940 θορυβεῖν ἐδυνήθη, ἵνα μετὰ εὐτυχῆ τὸν τῆς ἁλώσεως ἔλεγχον ξένος ὤν τὸ τῶν πλαστῶν διδασκαλεῖον τὸ κοινὸν ἐπὶ τῇ τῶν πλαττουσῶν τεχνῶν Ἀκαδημίᾳ τῇ ἐν Οὐινδοβόνῃ φοιτῴη. Ἐνθάδε καὶ ἕξ μηνῶν τῶν τοῦ χειμῶνος 1941/42 ἐπιδητευμάτων σχολῆς ἕνεκα ἔγγραφος ἦν.
Τῷ ἔτει 1946/47 εἰς τὴν Οὐινδοβόναν ἐπὶ τῇ Ἀκαδημίᾳ, τῷ τῶν γλυπτῶν διδασκαλείῳ παρὰ Ἰώσηφῳ Μύλνερι, ἐπανῆλθεν. Τῷ ἔτει 1948 ἐν Ἱερῷ Αἵματι Καρινθίας κώμῃ ὑπὸ μητρὸς καὶ δυοῖν ἀδελφῶν ἐδέχθη. Ἐν τῇ Οὐινδοβόνῃ ἐξετάσας ἐκ τοῦ Ἰουνίου 1947 εἰς τὴν ὀπώραν 1955 ἐν τῷ Ἱερῷ Αἵματι διέμενε καὶ ἐκ τοῦ ἔτους 1948 ὡς αὐτόνομος τεχνίτης ἐργαζόμενος ἤρξατο. Ἔτη τινὰ μεταξὺ τοῦ Ἱεροῦ Αἵματός τε καὶ τοῦ Ὀβερδραυβούργου ἐλάσας ἐσχάτως εἰς τὸν θάνατον ἐνθάδε ἐκαθίσατο, ἐν τῷ τοῦ Σταῖνερ οἴκῳ τῷ ἐν Πόστῳ τῷ χωρίῳ (σήμερον καὶ καλουμένῳ ἀγορά). Τῇ πρώτῃ τοῦ Ἰανουαρίου Ἕλμουτος Μάρξ ἐν τῇ Λεντίᾳ τέθνηκεν.
Τὰ ἔργα
[edit | edit source]Ἕλμουτος Μάρξ πλάττων τεχνίτης ὤν χρήματα καὶ ἔργα ἐποίει· τὸ ἀνθρῶπινον σῶμα ἐν τῷ ποιεῖν αὐτοῦ κρατεῖ. Μάλιστα πλάστης ἦν. Πλὴν ταύτης τῆς κεφαλαίας χώρας, παρὰ τῇ ζωγραφίᾳ, Ἕλμουτος Μάρξ δρόμῳ τοῦ αὑτοῦ βίου καὶ ἐν ταῖς πλαττούσαις τεχναῖς ταῖς ἄλλαις διέτριβεν. Τῆς τῶν πλαστῶν παιδείας ἐστὶ τό τε συμβουλεύειν καὶ τὸ ζωγράφειν, ὃ ἐνίοτε ἐμελέτα καὶ ὕστερον τὴν φωτογραφίαν ἄγων συνετέλεσεν. Τὰ τῶν εἰκόνων ἀρνητικὰ, ὑφ᾿ οἷς ἁλώσεις τοῦ προσώπου, ἀπώλετο.
Πινακοθήκη
[edit | edit source]Πηγαί
[edit | edit source]- Heidi Brunnbauer: Hellmuth Marx. Bildhauer in Oberdrauburg, Leben und Werke, Edition Weinviertel, Gösing am Wagram 2014, ISBN 978-3-902589-51-4.
Ἐξοτερικοὶ σύνδεσμοι
[edit | edit source]
|
Ἰδὲ τὰς εἰκόνας καὶ τὰ κοινὰ τὰ ἄλλα περὶ τοῦ Ἑλμούτου Μάρξ |
- Marx, Hellmuth ἐν austria-forum.org
- Δοκίμιον Der Großglockner ἐν austria-forum.org
- Σταῖνερ οἶκός τε καὶ Πόστος ἡ ξενία σήμερον
Ἥδε ἡ ἐγγραφὴ περί τινος ἀνθρώπου βιογραφίας δεῖ παρεκτενεῖσθαι . Βοηθεῖτε μετὰ τῆς ὑμετέρας εἰσφορᾶς τῇ ἐργασίᾳ ταύτῃ. |