Wp/grc/Ἀκαρνανία
Appearance
Ἀκαρνανία· χώρα τῆς Ἑλλάδος.
Κατὰ Στέφανον τὸν Βυζάντιον
[edit | edit source]«Χώρα κεχωρισμένη τῶν Κουρήτων πρὸς τῷ Ἀχελῴῳ. διὸ καλοῦνται οἱ μὲν κειρόμενοι Κουρῆτες, οἱ δὲ ἀκούρευτοι Ἀκαρνᾶνες. ἔνιοι δὲ ἀπὸ ἥρωος τοὔνομα ἔχειν τὸ ἑκάτερον φῦλον, οἱ δὲ ἀπὸ τοῦ ὄρους τοῦ Κουρίου τοὺς Κουρῆτας εἶναί φασιν, οἱ δὲ θηλυστολοῦντας ὡς αἱ κόραι τοὔνομα σχεῖν. εἶναι γὰρ καὶ τοιοῦτόν τινα ζῆλον ἐν τοῖς Ἕλλησιν, ὡς καὶ, "Ιάονας ἑλκεχίτωνας" εἰρῆσθαι καὶ κρώβυλον καὶ τέττιγα ἐμπλέκεσθαι, καὶ τοὺς περὶ Λεωνίδαν κτενιζομένους τὴν κόμην, ὅτ᾽ ἐπεξήεσαν εἰς τὴν μάχην, καταφρονηθῆναι ὑπὸ Περσῶν. τὸ ἐθνικὸν Ἀκαρνάν, ὡς Αἰνιάν Ἀτιντάν Ἀθαμάν Ἀζάν, ἁπλᾶ γάρ. τὸ Τιτανόπαν σύνθετον. περὶ τοῦ Δύμαν εἰρήσεται. ἐκ τῆς γενικῆς τῆς Ἀκαρνᾶνος Ἀκαρνανία, ὡς Κιλικία Φρυγία, καὶ τὸ θηλυκὸν Ἀκαρνανίς.»
Αἱ πόλεις
[edit | edit source]