Wp/grc/Βοιωτία


Βοιωτία· χώρα τῆς Ἑλλάδος.
Κατὰ Στέφανον τὸν Βυζάντιον
[edit | edit source]«Μόνη τῆς Ἑλλάδος ἐπὶ τρισὶ Θαλάτταις διήκοντας ἔχει τοὺς οἰκήτορας, τοὺς μὲν πρὸς Πελοπόννησον ἐστραμμένους καὶ τὸν Σικελικὸν καὶ Ἀδριατικὸν κόλπον, τοὺς δὲ πρὸς Αἴγυπτον τε καὶ Κύπρον καὶ τὰς ἄλλας νήσους, τοὺς δὲ πρὸς τὸν Εὔριπον καὶ Μακεδονίας καὶ Θεσσαλίας θάλασσαν. Γενέσθαι δέ φασι Βοιωτὸν Ἰτώνου τοῦ Ἀμφικτύονος, τοῦ κατ' αὐτὸν (cf. Lykos FGrHist 380 F 4) νεωτέρου τῶν Δευκαλίωνος καὶ Πύῤῥας παίδων. Νικοκράτης (FGrHist 376 F 5) δέ φησιν ὅτι Ποσειδῶνος καὶ Ἄρνης ἦν παῖς. Εὐφορίων (fr. 96 Powell = fr. 120 de Cuenca)
ὄφρα κε μαντεύοιτο μεθ' υἱάσι Βοιωτοῖο,
τὸν ῥα Ποσειδάωνι δαμασσαμένῳ τέκεν Ἄρνη,
Βοιωτὸν δ' ὀνόμηνε. τὸ γὰρ καλέσαντο νομῆες,
ὅττι ῥα πατρῴῃσι βοῶν ἀπεθήκατο κόπροις.
Καὶ Εὐριπίδης (fr. 489 Kannicht = fr. 12 Jouan/van Looy) "τὸν δ' ἀμφὶ βοῦς ῥιφέντα Βοιωτὸν καλεῖν". Κάστωρ (FGrHist 250 F 19) δὲ ἀπὸ τῆς καθηγησαμένης Κάδμῳ βοὸς λεχθῆναι τὴν χώραν οὕτως. Τινὲς δ' ὡς οὐκ ὄντας ταῖς διανοίαις τοὺς Βοιωτοὺς ἄγαν εὐκινήτους. Ἐκαλεῖτο δὲ Ἀονία καὶ Μεσσαπία καὶ Ὠγυγία. Καὶ Καδμηίς, ὡς Θουκυδίδης (Α', 12, 3). Ἔφορος (FGrHist 70 F 97) δέ φησιν ὅτι "Ἀθηναῖοι περὶ τὴν ναυτικὴν δύναμιν, Θετταλοὶ περὶ τὴν ἱππικὴν ἐμπειρίαν, Βοιωτοὶ περὶ τὴν τῆς γυμνασίας ἐπιμέλειαν, Κυρηναῖοι δὲ περὶ τὴν διφρευτικὴν ἐπιστήμην ἠσχόληνται. Ἡμεῖς δὲ περὶ τὴν τῶν νόμων εὐταξίαν". Ἔστι δὲ καὶ Βοιωτία ἐν Θρᾴκῃ. Τὸ ἐθνικὸν ὅμοιον Βοιωτός. Λέγεται καὶ Βοιώτιος καὶ Βοιωτία, ἀφ' οὗ ἡ παροιμία 'Βοιωτία ὗς' (Macar. Β', 79 [Β', 151, 11 Leutsch/Schneidewin), καὶ Βοιωτίς. Καὶ Βοιωτίδιον ἐκ Βοιώτιος. Ἀριστοφάνης Ἀχαρνεῦσιν (872) "ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον". Καὶ ῥῆμα (Adesp. 875 Kassel/Austin [PCG 8, 253]) "βοιωτιάζειν ἔμαθες".»
Αἱ πόλεις
[edit | edit source]
|