Wp/grc/Σάγκιος
Σάγκιος[1] (σινιστὶ 莊周), φιλόσοφος τῶν Σινῶν ἀμφὶ Λαόκιον, γεγονὼς κατὰ τὴν ρβʹ Ὀλυμπιάδα (σχεδὸν τῷ 369 π.Χ.) καὶ ἀποθανὼν κατὰ τὴν ρκγʹ (σχεδὸν τῷ 286 π.Χ.). ἐγράψε δὲ κατὰ Σίμα Τσίεν ξυγγραφέα μυριάδα βιβλίων, ὧν οὐδὲν περίεστι πλὴν ἢ τὰ ἐν τοῖς ἐπονύμοις, καλουμένοις δὲ ὑπὸ τῶν Ταοϊστῶν Νανούαζιγγ· ὁ γὰρ τοιοῦτον τρόπον ἔλεγε ὥστε μήτε πεπαιδευμένοις πρὸς τὰ πάλαι ἅπαντα τὰ αὐτοῦ σαφέστερα ἐδόκει. βασιλέα δέ φασι τῆς Τσοὺ (楚) εὐδοξίας ἐπακούσαντα κελεύσαι δώροις πολλοῖς αὐτὸν παρακαλεῖσθαι ἀπευθυνοῦντα τὰ πράγματα. ὁ δὲ "οὐχ ὁρᾷς" ἔφη "τὸν βοῦν; προλαμβάνω γὰρ ἐμοῦ τὴν ἡσυχίαν" φήσας οἴκοι ἔμεινεν οὐδὲ τὰ πολιτικὰ μετεχειρίσθη. ἐπίκλησιν δὲ παρὰ τῆς δυναστείας Τὰγγ ἠνέγκατο τὴν Νάμουα Ζένρεν (南華真人), ὅ ἐστι μεθερμηνευόμενον "θεῖος τῶν ἀνθῶν τῆς μεσημβρίας".
Φιλοσοφία
[edit | edit source]Ἐφιλοσόφει οὐχ ὡς οἱ πλεῖστοι οἱ κατὰ τὴν αὐτὴν ἡλικίαν ὄντες λογίζομενοί τε καὶ ἀποδεικνύντες, ἀλλὰ ἴδιον τρόπον διὰ μύθους καὶ δίκην ποιητοῦ διηγήσεις.
Ἀρχιμάγειρος βοῦς τέμνει
[edit | edit source]Διασαφεῖ διὰ τοῦδε περὶ ἀρχιμαγείρου δυνάστου Οὔεν Οὕει μύθου ἐν βιβλίῳ γʹ, ὅτι ὁ Τάο ἐν πᾶσι πράγμασιν ὑπάρχει καίπερ φαυλοτάτοις, ὥσπερ τὰ τοῦ μαγείρου, δουλείας οὔσης τέχνης κατὰ τοὺς Σινῶν φιλοσόφους τοὺς πάλαι οὐδὲ πρέπουσα τοῖς φιλοσόφοις· εἶπε γὰρ καὶ ὁ Κομφούκιος ὅτι "μαγείρους τε καὶ τοὐπτάνιον φεύγει ὁ καλὸς κἀγαθός". τοῦδε δὲ Τάο ἢ λόγου αὐτοφυοῦς οὐδὲν ἂν χρείη ἐνθυμεῖσθαι οὔτε ἐννοεῖν, ἀλλὰ ὡσπερεὶ φύσει λήσεται αὐτῷ χρώμενος ὅστις ἂν δεινὸς εἴη, δι’ οὗπερ καὶ ἀταραξίαν τινὰ ἂν ἐξικοίμεθα τοῦ νοῦ καὶ ἐκφύγοιμεν θορύβους τοὺς ἀπ’ ἀμφισβητήσεως, καὶ ἐκάλει τήνδε πρᾶξιν "ψυχῆς τρόφιμον" (σινιστὶ 養生).
庖丁為文惠君解牛,手之所觸,肩之所倚,足之所履,膝之所踦,砉然嚮然,奏刀騞然,莫不中音。合於《桑林》之舞,乃中《經首》之會。文惠君曰:「譆!善哉!技蓋至此乎?」庖丁釋刀對曰:「臣之所好者道也,進乎技矣。始臣之解牛之時,所見无非牛者。三年之後,未嘗見全牛也。方今之時,臣以神遇,而不以目視,官知止而神欲行。依乎天理,批大郤,導大窾,因其固然。技經肯綮之未嘗,而況大軱乎!良庖歲更刀,割也;族庖月更刀,折也。今臣之刀十九年矣,所解數千牛矣,而刀刃若新發於硎。彼節者有間,而刀刃者无厚,以无厚入有間,恢恢乎其於遊刃必有餘地矣,是以十九年而刀刃若新發於硎。雖然,每至於族,吾見其難為,怵然為戒,視為止,行為遲。動刀甚微,謋然已解,如土委地。提刀而立,為之四顧,為之躊躇滿志,善刀而藏之。」文惠君曰:「善哉!吾聞庖丁之言,得養生焉。」[2]
Ἀρχιμάγειρός ποτε ἐτέμνει βοῦς χάριν Οὔεν Οὕει δυνάστου· ἐπεὶ δὲ χειρός θ’ ἅψις, ὤμου τ’ ἐπέρεισις, ποδός τε βάσις, κάθεσίς τε γονάτος καὶ δὴ καὶ σαρκὸς ἅμα καὶ μαχαίρας ψόφος οὐδεμίᾳ ἠχῇ οὐ πρεπούσῃ τῇ "μορῶν ὕλης" καλουμένῃ χορείᾳ, ᾗπερ καὶ ἀντήχει ἡ "κλωστῆρος κεφαλῆς" ἀντᾴδουσα.
Ἔφη δὲ Οὔεν Οὕει δυνάστης· "εὐαί ! εὔγε ! ὡς ἐπὶ πλεῖστον ἐχώρησας δεξιότητος !"
Ὁ δὲ ἀρχιμάγειρος ἄφεις τὴν μάχαιραν ἀντεῖπεν· "ὅ τι ἐμοὶ φιλώτατον, ὦ δυνάστα, λόγος ἐστὶ μᾶλλον ἤδη τῆς δεινότητος. ἀρξάμενος γὰρ ἐγὼ βοῦς τέμνειν οὐδὲν ἑώρων πλὴν ἢ τὸν βοῦν· τριετῆ δὲ διατρίψας χρόνον τὸ ὅλον οὐκέτι εἶδον. νῦν δὲ πνεύματι προσχωρῶν οὔτε ἐν ὀφθαλμοῖς ὁρῶν τὴν μὲν αἴσθησιν ἀπέπαυσα, τὸ δὲ πνεῦμα ἐῶ προιέναι· ἔτι οὖν κατὰ φύσιν τοῦ πράγματος τὰ μέγαλα ἔτεμον ἄρθρα, τὰ δὲ μέγαλα τρήματα εἱπόμην ὡς ἔμφυτον ὄντα ὁδόν. ἃ δὲ πρὸς τὰ νεῦρα, χρᾶται οὔποτε τούτοις ἡ τέχνη, μή τί γε πρὸς ὀστοῦν· ὥστε δεῖ μὲν μάγειρον δεινὸν κατ’ ἐνιαυτὸν ἀντικαταστῆναι μαχαίραν, ἅτε τεμόντας· φαύλους δὲ κατὰ μῆνα, ἅτε κόψαντας. ἤδη δὲ ἐννεακαιδεκαέτη τέμνω χρόνον μαχαίρᾳ τῇδε χίλιους τινὰς βοῶν, ἀλλὰ ὡσπερεὶ ἄρτι ἠκονήθη αὐτῆς ἡ ἀκμή. τοῖς γὰρ ἢν ἄρθροις τρήματα πολλά, τῇ δὲ ἀκμῇ οὐδεμία παχύτης· λεπτὴν οὔτω μαχαίραν ἐς μακρὰ ὡς ἀνειμένως κινῶν μάλιστά γε κενὸν ἔχω ὑπόλοιπον, διόπερ καὶ ἐννεακαιδεκαέτη χρόνον ὡσπερεὶ ἄρτι ἠκονήθη αὐτῆς ἡ ἀκμή. ἀλλ’ ὅμως ἔστιν ὅτε ἐγὼ πρὸς ἔργον χωρῶν αὐτοῦ τὰ δυσχερῆ αἰσθάνομαι, φοβοῦμαί τε περιδεὴς καὶ πεπηγεμένων τῶν ὀφθαλμῶν μάλα βραδέως καὶ ἠρέμα τὴν μαχαίραν κινῶ. κᾷτα ἤδη τετμημένα χαμᾶζε δικὴν βώλου καταπίπτει τὰ μέρη, ἐγὼ δὲ μαχαίραν ἑλὼν ἀνίσταμαι περιβλεπόμενος καὶ περιστρέφων πεπλημένος θυμόν. ἐνθένδε οὖν καθήρας τὴν μαχαίραν ἀποτίθημι."
Ὁ δὲ Οὔεν Οὕει· "εὔγε νὴ Δία ! τοῦ γε ἀρχιμαγείρου λόγον δεξάμενος οἶδα τρέφειν τὴν ψυχήν."
Διάλογος ὑπὲρ τάφρου
[edit | edit source]Διάλογος ὅδε πρὸς Οὑῒ Σὶ λογικὸν περὶ τῆς ἰχθύων ἡδονῆς ἐν βιβλίῳ ιζʹ περιέχεται.
莊子與惠子遊於濠梁之上。莊子曰:「儵魚出遊從容,是魚樂也。」惠子曰:「子非魚,安知魚之樂?」莊子曰:「子非我,安知我不知魚之樂?」惠子曰:「我非子,固不知子矣;子固非魚也,子之不知魚之樂全矣。」莊子曰:「請循其本。子曰『汝安知魚樂』云者,既已知吾知之而問我,我知之濠上也。」[3]
Σάγκιος καὶ Οὑῒ Σὶ διδάσκαλοι ὑπὲρ τάφρου τινὸς περιεπάτουν διὰ χώματος.
Καὶ ὁ Σάγκιος "ἰδού," ἔφη, "ὡς σχολάζουσιν οἱ ἰχθῦς ἐπιπολάζοντες καὶ αὖθις κολυμβῶντες. ἥδονται γὰρ δῆτα."
"Ἀλλὰ ἰχθύς", ἦ δ' ὅς, "οὐκ εἶ· πῶς οὖν ἔχεις τὴν ἰχθύων ἡδονὴν γνῶναι;"
"Ἀλλὰ σὺ ἐγὼ οὐκ εἶ· πῶς οὖν ἔχεις εἰδέναι ἐμὲ ἀγνοοῦντα;"
Ὁ δὲ Οὑῒ Σὶ εἶπε· "καὶ μὴν πάνυ γε σὺ οὔκ εἰμι, οὔτε οἶδα εἴτε ἀγνοεῖς εἴτε μή. ἀλλ’ ὁμοίως γε σὺ οὔτ’ εἶ ἰχθύς, ὥστε πολλὴ ἀνάγκη καί σοι μὴ γνῶναι τὴν ἰχθύων ἡδονὴν."
"Ἦ που σκόπει," ἔφη ὁ Σάγκιος, "εἰ δοκεῖ, τὰ λεχθέντα ἐξ οὗ ἤρξαμεν. σὺ μὲν 'τὴν ἰχθύων ἡδονὴν' ἔφης 'πῶς ἔγνως'· καὶ δῆλόν δὴ τοίνυν, ὦ βέλτιστε, ὅτι ἐρωτᾷς μου ἤδη γνόντος εἰδώς. ἐγὼ δὲ ὑπὲρ τόνδε τάφρον ἔγνων."
Ὁ Σάγκιος ψυχὴν ὀνειροπολεῖ
[edit | edit source]Μῦθος ὅδε ἐν βιβλίῳ βʹ τελευτῶντι περιεχόμενος τῆς ἀντιλογίας ἀνοίας δεδειγμένης πάντα διασαφεῖ ἐν Τάο εἴτε λόγῳ τινὶ τοῦ πράγματος αὐτοῦ ὑπάρχοντα καὶ αἰεὶ ἐς ἄλλον μεταλλαττόμενα, ὥστε καὶ αὐτῷ οὐκέτι βέβαιον δοκεῖ εἴτε ψυχή ἐστι εἴτε Σάγκιος.
昔者莊周夢為胡蝶,栩栩然胡蝶也,自喻適志與!不知周也。俄然覺,則蘧蘧然周也。不知周之夢為胡蝶與,胡蝶之夢為周與?周與胡蝶,則必有分矣。此之謂物化。[4]
Σχῆμά ποτε αὑτοῦ ὠνειροπόλει ὁ Σάγκιος ἐς ψυχῆς μεταλλαγέν, καὶ περιπετόμενος ὡσπερεὶ ψυχὴ ὢν αὑτῷ ἔδοκει ἥδεσθαι, οὐδὲ ἔτι τὸν Σάγκιον ἔγνω. εἶτα δὲ ἐξεγερθεὶς πάλιν αὖ Σάγκιος ἐγεγόνει, ἀλλ’ οὐκ οἶδα εἴτε ὁ Σάγκιος ἐς ψυχὴν μετηλλάξατο εἴτε ἡ ψυχὴ ἐς αὐτόν· διαφέρει δὲ δήπου οὗτος ἐκείνης. ὃ δὲ καλεῖται πραγμάτων μεταμόρφωσις.
Οὐάνταν βασιλεὺς ἀποθνῄσκει τετρημένος
[edit | edit source]Μῦθος δὲ ὅδε ἐν βιβλίῳ ζʹ τελευτῶντι περιεχόμενος καὶ ὑστάτῳ, ὡς δοκεῖ, ὧν ξυμφήσιν οἱ πλεῖστοι τοῦ Σάγκιου ὄντων, τὸν Οὐάνταν βασιλέως θάνατον διηγεῖται· τοῦτο γὰρ τοὖνομα σινιστὶ πολλαχῶς λέγεται, τὸ μὲν ὄψος δυνάμενον ἐξ μαζίου ὠνθυλευμένον, τὸ δὲ καὶ χάος ὡς πρὸ τοῦ κόσμου ὑπάρχον· ὁ γὰρ Σάγκιος παίζων τὴν κοσμογονίαν εἰκάζει μαζίῳ τετρημένῳ, ἐπειδὴ τοῦ ὀνθυλευτοῦ ἀπορέου οὐκέτι ἂν ἐδώδιμον εἴη.
南海之帝為儵,北海之帝為忽,中央之帝為渾沌。儵與忽時相與遇於渾沌之地,渾沌待之甚善。儵與忽謀報渾沌之德,曰:「人皆有七竅,以視聽食息,此獨無有,嘗試鑿之。」日鑿一竅,七日而渾沌死。[5]
Βασιλεύς τῆς θαλάττης τῆς μεσημβρίας Σοὺ ἐκαλεῖτο, τοῦ δὲ βορρᾶ Οὕ, ἐν δὲ μέσῳ Οὐάνταν. ἐκείνω γάρ ποτε πρὸς τοῦτον φοιτῶντε λαμπρῶς ὑπ’ αὐτῷ εἱστιαμένω συνεβούλευον ὅπως ἂν ἀντ’ εὖ ποιήσειαν.
Εἶπον δὲ ἀλλήλοις· "Πᾶσι γέ που ἑπτά εἰσι πύλαι, αἷσπερ εἶδον, ἤκουσαν, ἔφαγον, ἔπνευσαν. ὁ δὲ μόνος ἐνδεῖ. ἐπιχειρῶμεν τετρᾶναι."
Κᾷτα τρυπᾶν ἄλλην καθ’ ἡμέραν ἐτέτρηναν· τῇ δὲ ἑβδόμῃ ὁ Οὐάνταν ἐτεθνήκει.
Τεκμήρια
[edit | edit source]- ↑ E. H. Parker, The Taoist Religion, p. 5: "[...] such Taoist writers as Lieh-tsz, Chwang-tsz, and Hwang-tsz may be fairly Latinised as Licius, Sancius, and Vancius ; just as Mencius and Confucius stand for Mêng-tsz and K᾿ ung-tsz"· ὃ καὶ ἄλλοθι ἐφάνη.
- ↑ 莊子, 《養生主》, 2.
- ↑ 莊子, 《秋水》, 13.
- ↑ 莊子, 《齊物論》, 14.
- ↑ 莊子, 《應帝王》, 7.