Jump to content

Wp/grc/Πελοποννησιακὸς πόλεμος

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Πελοποννησιακὸς πόλεμος
 Τοῦτο τὸ λῆμμα γέγραπται τῇ Ἀττικῇ καὶ τῇ Ἀττικιζούσῃ διαλέκτῳ.
Συμμαχίαι ἐν τῷ ἔτει τετρακοσιοστῷ τριακοστοῦ πρώτῳ πρὸ Χριστοῦ, ἡ Δηλιακὴ συμμαχία ἐν ἐρυθρῷ, ἡ Πελοποννησιακὴ συμμαχία ἐν χλωρῷ.

Ὁ δεύτερος Πελοποννησιακὸς πόλεμος, ὃν οἱ πλεῖστοι μόνον Πελοποννησιακὸν προσαγορεύουσιν,[1] ἐγένετο πόλεμος ἀνὰ μέσον Ἀθηναίων καὶ Λακεδαιμονίων καὶ τῶν συμμάχων ἑκατέρων, περὶ τῆς ἡγεμονίας τῆς Ἑλλάδος. ὁ μὲν πόλεμος χρόνῳ πολὺν ἦν ἀπορῶν καὶ ἀκρίτως διακείμενος, ἕως ὅτου οἱ Πέρσαι ἐπεχείρησαν βοηθεῖν τοῖς Λακεδαιμονίοις[2]. ἡγοῦντος δὲ Λυσάνδρου καὶ τῶν Περσικῶν χρημάτων ἐπιχορηγούντων, οἱ Λακεδαιμόνιοι ναυτικῷ ἰσχύσαντες ἐνίκησαν τοὺς Ἀθηναίους· καὶ ἔπειτα ἡγεμονία τῆς Ἑλλάδος ἐγένετο Σπάρτῃ[3].

Περὶ τῆς Διαιρέσεως τοῦ Πολέμου

[edit | edit source]

Οἱ ἱστορικοὶ διῄρηκαν τὸν πόλεμον εἰς τρία μέρη[4].

Τὸ πρῶτον, ἀπὸ ἔτους τετρακοσιοστοῦ τριακοστοῦ πρώτου μέχρι τοῦ εἰκοστοῦ πρώτου, ἐκαλεῖτο ὁ Δεκαετὴς πόλεμος ἢ ὁ Ἀρχιδάμειος, ἀπὸ Ἀρχιδάμου τοῦ βασιλέως τῶν Λακεδαιμονίων[5], ὃς πολλάκις ἐσέβαλεν εἰς τὴν Ἀττικὴν μετὰ πάσης τῆς δυνάμεως τῆς Πελοποννησιακῆς συμμαχίας[6].

ἀλλὰ τὰ Μακρὰ Τείχη τῶν Ἀθηνῶν ἠδυνάτουν ἀχρεῖον ποιεῖν τὸν πόλεμον τοῦτον[7], καὶ τὸ ναυτικὸν τὸ Ἀθηναίων ὑπερείχετο, ἐπιδημοῦν εἰς τὰς ἀκτὰς τῆς Πελοποννήσου καὶ στάσεις ἐν Σπάρτῃ κινοῦν[8].

ἡ δὲ εἰρήνη ἡ Νικίου ἐγράφη ἐν ἔτει τετρακοσιοστῷ εἰκοστῷ πρώτῳ[9] καὶ ἔμεινεν ἕως τοῦ τετρακοσιοστοῦ δεκάτου τρίτου.

ἐν ταύτῃ δὲ τῇ διαστάσει ἐγένοντο πρὸς ἄλληλα πολλοὶ πόλεμοι, ἐν οἷς ἡ Μαντινικὴ μάχη ἐπὶ ἔτους τετρακοσιοστοῦ δεκάτου ὀγδόου, ἣν οἱ Λακεδαιμόνιοι ἐνίκησαν Ἀργείους καὶ Ἠλεῖους καὶ Ἀθηναίους καὶ Μαντινέας[10].

ἔπειτα δὲ ἡ μεγίστη συμφορά ἦν ἡ Σικελικὴ στρατεία, καθ’ ἣν Ἀθηναῖοι ἐν Συρακούσαις ἅπαν τὸ ναυτικὸν ἀπώλεσαν [11].

Ἡ Σικελικὴ συμφορά προεκάλεσεν ἐπὶ τὸν τρίτον πόλεμον, ὃν καλοῦσι Δεκελεικὸν ἢ Ἰωνικὸν[12]. τότε γὰρ ὁ βασιλεὺς τῶν Περσῶν συνεμάχει Λακεδαιμονίοις[13], ἐθέλων ἀναλαβεῖν τὴν ἀρχὴν τῶν πόλεων τῶν Ἰωνικῶν[14], αἳ ἦσαν ἐν τῇ Δηλίᾳ συμμαχίᾳ.

διὰ χρημάτων Περσικῶν οἱ Λακεδαιμόνιοι στόλον μέγαν ἔκτισαν, ἡγουμένου Λυσάνδρου[15], ὃς ἐνίκησεν ἐν ταῖς ναυμαχίαις κατὰ τὸ Αἰγαῖον πέλαγος, μάλιστα δὲ ἐπ’ Αἰγὸς ποταμοῖς ἐν ἔτει τετρακοσιοστῷ πέμπτῳ[16].

μετὰ δὲ τοῦτο Ἀθηναῖοι παρέδοσαν καὶ τὴν ἀρχὴν ἅπασαν ἀπώλεσαν[17].

Λύσανδρος δὲ κατέστησε τὰς ὀλιγαρχίας ἐν ταῖς πόλεσιν, καὶ ἐν Ἀθήναις τοὺς τριάκοντα τυράννους[18].

ὁ δὲ πόλεμος ὁ Πελοποννησιακὸς μετὰ δέκα ἔτη ἠκολούθησεν ὑπὸ τοῦ Κορινθιακοῦ (394–386 π.Χ.)[19], ὃς μὴν οὐκ ἔληξεν ἀποφασιστικῶς, ἀλλὰ Ἀθηναίους ἐλευθερίαν πάλιν ἔσχον ἀπὸ Σπάρτης[20].

Τὰ Ἀποτελέσματα τοῦ Πολέμου

[edit | edit source]

ὁ Πελοποννησιακὸς πόλεμος μετέβαλε τὸ σχῆμα τῆς ἀρχαίας Ἑλλάδος[21]. Ἀθῆναι, αἳ πρὸ τοῦ πολέμου ἦσαν ἡ ἰσχυροτάτη πόλις[22], ἐγένοντο σχεδὸν δοῦλοι· Σπάρτη δὲ ἐφάνη ἡγεμὼν τῆς Ἑλλάδος[23]. τὰ χρήματα δὲ ἐξέλιπον πανταχοῦ, καὶ ἡ Πελοπόννησος ἐπέπεσεν εἰς πενίαν[24], Ἀθῆναι δὲ ἐρημώθησαν καὶ οὐκέτι ἀνέλαβον τὸ πρότερον εὐδαιμόνιον[25]. ὁ Πελοποννησιακὸς πόλεμος ἔθηκε τέλος τῇ πέμπτῃ ἑκατονταετηρίδι καὶ τῇ λεγομένῃ χρυσῇ ἡλικίᾳ τῆς Ἑλλάδος[26].

Σχόλια

[edit | edit source]
  1. Θουκυδίδης, Ἱστορία τοῦ Πελοποννησιακοῦ Πολέμου 1.1
  2. Ξενοφῶν, Ἑλληνικά 1.5.1–3
  3. Διόδωρος Σικελιώτης 13.104–107· Πλούταρχος, Λύσανδρος 13–15
  4. Θουκυδίδης, 5.24· Διόδωρος, 12.42
  5. Θουκυδίδης, 2.10, 2.18–21
  6. Θουκυδίδης, 2.19, 2.47, 3.1
  7. Θουκυδίδης, 1.90–93
  8. Θουκυδίδης, 2.56–60
  9. Θουκυδίδης, 5.17–24
  10. Θουκυδίδης, 5.62–74
  11. Θουκυδίδης, 6.1–7.87
  12. Θουκυδίδης, 7.27–28, 8.1
  13. Ξενοφῶν, Ἑλληνικά 1.5.1–3
  14. Θουκυδίδης, 8.5, 8.18
  15. Ξενοφῶν, Ἑλληνικά 2.1.14–32
  16. Ξενοφῶν, Ἑλληνικά 2.1.27–32
  17. Ξενοφῶν, Ἑλληνικά 2.2.10
  18. Ξενοφῶν, Ἑλληνικά 2.3.2· Πλούταρχος, Λύσανδρος 15–17· Θησεύς 32
  19. Διόδωρος 14.82
  20. Ξενοφῶν, Ἑλληνικά 4.8.12–16
  21. Θουκυδίδης, 1.23.6, 2.65
  22. Θουκυδίδης, 2.13.2
  23. Ξενοφῶν, Ἑλληνικά 3.5.1–10
  24. Διόδωρος 14.10.1–2
  25. Ξενοφῶν, Ἀπομνημονεύματα 1.2.9
  26. Διόδωρος 14.10, Πλούταρχος, Περικλῆς 38