Wp/grc/Θουκυδίδης
| Θουκυδίδης | ||||||||||||||||||||||||
| Ἀνδριὰς Θουκυδίδου | ||||||||||||||||||||||||
| ||||||||||||||||||||||||
Θουκυδίδης ἦν Ἀθηναῖος ἱστορικὸς καὶ στρατηγὸς τοῦ πέμπτου αἰῶνος πρὸ Χριστοῦ, μάλιστα δὲ γνῶριμος διὰ τὴν Ἱστορίαν τοῦ Πελοποννησιακοῦ πολέμου, ἐν ᾗ διηγεῖται τὸν μακρὸν πόλεμον Ἀθηναίων καὶ Λακεδαιμονίων μέχρι τοῦ ἔτους τετρακοσιοστοῦ ἑνδεκάτου πρὸ Χριστοῦ.[1] ὡς αὐτόπτης καὶ μέτοχος τῶν πραγμάτων γράφων, ἐπεχείρησε τὰ συμβεβηκότα μὴ διὰ μύθων οὐδὲ διὰ θεῶν ἐπιφάνειαν ἀποδιδόναι, ἀλλὰ δι’ ἀνθρωπίνους λογισμοὺς, πολιτικὴν γνώμην καὶ τὰς ἐκ τῶν πραγμάτων ἀναγκαίας αἰτίας.[2] διὰ ταῦτα οἱ νεώτεροι τὸν Θουκυδίδην πολλάκις ὡς ἀρχηγὸν ἐπιστημονικῆς ἱστοριογραφίας καὶ προδρόμον τοῦ λεγομένου πολιτικοῦ ρεαλισμοῦ ἐν ταῖς διεθνεσὶ σχέσεσιν ἡγοῦνται.
ἡ συγγραφή αὐτοῦ μένει κέντρον τῆς περὶ τὴν ἀρχαίαν Ἑλλάδα ἱστορίας, καὶ μάλιστα τῆς πολιτικῆς θεωρίας καὶ τῆς πολεμικῆς τέχνης. ἔνια μέρη, οἷον ὁ Μηλιακὸς διάλογος καὶ ὁ ἐπιτάφιος λόγος Περικλέους,[3] πολλὰκις ἀναγινώσκονται ὡς κλασικαὶ σκέψεις περὶ δυνάμεως, δικαίου, δημοκρατίας καὶ τῆς ψυχῆς ἐν πολέμῳ. καθόλου δὲ τὴν ἀνθρωπίνην φύσιν ἐξετάζει, ὡς ἔχει πιεζομένη ὑπὸ λοιμοῦ, στάσεως καὶ μακροῦ πολέμου, ὥστε αἱ παρατηρήσεις αὐτοῦ πολλάκις ὑπόμνημα γίγνεται τοῖς ὕστερον πολιτικοῖς καὶ στρατηγοῖς.
Βίος καὶ πολιτεία
[edit | edit source]περὶ μὲν οὖν τοῦ Θουκυδίδου βίου ὀλίγα σαφῶς εἴρηται, ὅσα ἴδιος ἐν τῇ ἱστορίᾳ λέγει καὶ ὀλίγαι τῶν ὕστερον μαρτυρίαι. αὐτὸς γὰρ φησὶν Ἀθηναῖον εἶναι, Ὀλόρου υἱόν, καὶ τὸν δῆμον ἔχειν Ἁλιμοῦ ἐγγὺς τῆς πόλεως.[4] τὰ δὲ ἐν Θρᾴκῃ χρυσείᾳ μεταλλεῖα καὶ κτήσεις, ἃ τῇ οἰκίᾳ προσῆν, πλούτῳ τε καὶ ξυγγένειαν πρὸς τοὺς ἐκεῖ δυνάστας αὐτῷ παρεῖχον. στρατηγὸς δὲ ἐν τῷ Πελοποννησιακῷ πολέμῳ γενόμενος φησὶ πολλῶν αὐτόπτης γενέσθαι, καὶ ἐν τοῖς πρώτοις ἔτεσι τὸν λοιμὸν τὸν Ἀθηναίοις ἐμπεσόντα ἰδεῖν.[5]
ἐν τῷ ἔτει τετρακοσιοστῷ εἰκοστῷ τετάρτῳ πρὸ Χριστοῦ ἐπέμφθη εἰς τὸν βόρειον Αἰγαῖον φυλάξων τὰ Ἀθηναίων, καὶ οὐκ ἴσχυσεν ἀμῦναι τὸν Λακεδαιμονίων στρατηγὸν Βρασίδαν ἀπὸ τῆς Ἀμφιπόλεως.[6] ἡ δὲ ἅλωσις θόρυβον μέγαν ἐν Ἀθήναις παρεσκεύασεν, Θουκυδίδην δὲ φυγῇ κατέγνωσαν, ἣν αὐτὸς εἴκοσι ἔτη φησὶ διαμεῖναι.[7] ἡ δὲ ξενιτεία αὕτη μέγιστον ὄφελος τῷ ἱστορικῷ ἐγένετο· δυνατὸς γὰρ ὢν καὶ παρ’ ἐχθροῖς καὶ παρ’ Ἀθηναίων συμμάχοις διάγειν, ἐλάμβανε τὰς ἀπαγγελίας ἀφ’ ἑκατέρων, καὶ ἐξ ἀμφοῖν τῶν μερῶν θεωρῶν ἤλεγχε τὰς ἀκοάς. καὶ δοκεῖ τὰς ἐν Θρᾴκῃ κτήσεις ὥσπερ ἀρχὴν εἰς τὴν ἱστορικὴν πραγματείαν χρωμένους αὐτὸν τρέφειν.
οἱ δὲ ὕστερον συγγραφεῖς τὰ ἐν τῷ βίῳ αὐτοῦ κενὰ πληροῦν ἐπιχειροῦσιν, ἀλλ’ ἧττον πιστοί εἰσι. Παυσανίας καὶ Πλούταρχος ἕτερα ἕκαστος λέγουσι περὶ τῆς ἀνακλήσεως ἐκ τῆς φυγῆς καὶ τοῦ θανάτου, οἱ μὲν φόνῳ ἐν τῇ ὁδῷ ἀπολωλέναι λέγοντες, οἱ δὲ ἐν Θρᾴκῃ τελευτῆσαι καὶ ὕστερον τὰ ὀστᾶ εἰς Ἀθήνας κομισθῆναι.[8] ἀλλὰ τούτων οὐδὲν ἀσφαλὲς δοκεῖ εἶναι. ἡ δὲ διήγησις τῆς ἱστορίας ἐν τῷ ἔτει τετρακοσιοστῷ ἑνδεκάτῳ πρὸ Χριστοῦ ἐξαίφνης διακόπτεται· ὅθεν εἰκότως πολλοὶ φασιν ἔτι συγγράφοντα τετελευτηκέναι, καίτοι καὶ ἄλλαι ὑπολήψεις λέγονται.
Ἡ Ἱστορία τοῦ Πελοποννησιακοῦ πολέμου
[edit | edit source]Θουκυδίδης τὸν Πελοποννησιακὸν πόλεμον, ὃς ἤρξατο ἔτει τετρακοσιοστοῦ τριακοστοῦ πρώτου πρὸ Χριστοῦ, μέγιστον εἶναι ἡγήσατο τῶν πρότερον γενομένων Ἑλληνικῶν πολέμων καὶ τῷ μεγέθει καὶ τῇ δυνάμει.[9] ὑποπτεύσας οὖν ἐξ ἀρχῆς ὅτι τὰ πράγματα μέγιστα ἔσεσθαι, εὐθὺς ἤρξατο τὴν ἱστορίαν συντιθέναι, ἡγούμενος χρῆναι μὴ ἅπαξ ἀναγνωσθήσεσθαι μόνον, ἀλλ’ εἶναι κτῆμα ἐς αἰεί πᾶσι τοῖς ὕστερον βουλομένοις τὰ ὅμοια σκοπεῖν.[10]
ἡ σωζομένη διήγησις τὰ μὲν αἴτια καὶ τὰς ἀφορμὰς τοῦ πολέμου ἐξετάζει, εἶτα τὰ πρῶτα ἔτη καὶ τὰς μεγάλας μεταβολάς· τὸν λοιμὸν τὸν Ἀθηναίοις ἐμπεσόντα, τὴν ἀνάβασιν καὶ τὴν δύναμιν Περικλέους καὶ τὴν μετ’ ἐκεῖνον ἀναρχίαν, τὰς στάσεις οἷον ἐν Κερκύρᾳ, καὶ τελευταῖον τὴν κατὰ Σικελίαν στρατείαν τὴν Ἀθηναίοις ἀτυχοτάτην.[11] ἡ δὲ διήγησις ἀπολείπεται ἔτι πολεμούσης τῆς Ἑλλάδος, ἐν τῷ ἔτει τετρακοσιοστῷ ἑνδεκάτῳ πρὸ Χριστοῦ· τὰ δὲ ὕστατα ἔτη καὶ ἡ τῶν Ἀθηνῶν ἥττησις παρ’ ἄλλοις ἤδη ἱστορεῖται.[12] οἱ δὲ ὕστερον γραμματικοὶ εἰς ὀκτὼ βιβλία τὸ σύγγραμμα διένεμαν πρὸς τὸ εὐμαθέστερον τῆς ἀναγνώσεως.
ἡ μέθοδος τοῦ Θουκυδίδου διήγησιν ἀκριβῆ συνάπτει λόγοις καὶ ἐκδρομαῖς ἐξηγητικαῖς. χρᾶται μὲν ἐγγράφοις μαρτυρίαις, ἀκοαῖς, αὐτοψίᾳ τε καὶ ἐξετάσει, λόγους δὲ πολλοὺς ἐκτίθεται, οὐ πάντως ὡς εἴρηνται, ἀλλ’ ὡς ἂν μάλιστα τῷ καιρῷ καὶ τῷ γνώμονι ἑκάστου ξυμφέρειν ᾤετο.[13] οὕτως ἅμα ἱστορία γίνεται καὶ σκέψις στρατηγίας, ἡγεμονίας καὶ πολιτικῆς βουλῆς ἐν τοῖς ἀναγκαίοις. ἡ δὲ λέξις ἡ Θουκυδίδου, ξηρὰ καὶ πυκνή, σπουδὴν ἔχουσα πρὸς τὸ σαφῶς λέγειν, πολὺ διαφέρει τῆς τῶν πρὸ αὐτοῦ, καίτοι μετέχει τῆς Ἡροδότου σπουδῆς περὶ ἀκοήν τε καὶ ἱστορίαν.
Φρόνησις καὶ θεωρία
[edit | edit source]Θουκυδίδης ἴδιον ἔχει τοῦτο, ὅτι οὐδὲν ὑπὲρ θεῶν ἢ θείας τιμωρίας προσποιεῖται εἰς τὸ τῶν πραγμάτων αἴτιον ἄγειν. ἀνθρώπους δὲ καὶ πόλεις, φόβον, τιμήν, κέρδος, καὶ τὰς ἐξ αὐτῶν γεννωμένας ἐπιθυμίας ἐξετάζει, καὶ ὡς ταῦτα τοῖς νόμοις καὶ τοῖς πράγμασι ξυμπίπτοντα τὰς συμφορὰς ποιεῖ.[14] διὰ τοῦτο πολλοὶ τῶν νεωτέρων ὡς πολιτικὸν ρεαλιστὴν αὐτὸν λέγουσι· οἷον ἐν τῷ Μηλιακῷ διαλόγῳ οἱ Ἀθηναῖοι φασὶ τὰ δίκαια οὐκ ἄνευ τῆς ἴσης δυνάμεως ἰσχύειν.
ὁμοῦ μέντοι καὶ τὴν ἀνθρωπίνην φύσιν ἐν τοῖς ἄκροις ἐλέγχειν φιλεῖ. ὁ λόγος αὐτοῦ περὶ τοῦ λοιμοῦ ἐν Ἀθήναις οὐ μόνον τὰ σώματα πάσχοντα, ἀλλὰ καὶ τὸν νόον καὶ τὰ ἤθη δείκνυσι, ὡς ὁ φόβος καὶ ἡ ἀθυμία καὶ ἡ τῶν νόμων κατάλυσις ἀλλοιῶσι τὸν τρόπον τῶν πολιτῶν.[15] ὁμοίως δὲ ἐν τῇ Κερκυραίων στάσει δηλοῖ πῶς ἡ στάσις τὰ ὀνόματα καὶ τὰ ἔθη διαστρέφει, καὶ τὰς συγγενείας καὶ φιλίας ἀναιρεῖ· ὁ πόλεμος γάρ, φησί, βίαιος διδάσκαλος γίνεται, ἀναγκάζων ἀνθρώπους ἐπὶ τὰ χείρω.[16]
αἱ πολιτικαὶ κρίσεις Θουκυδίδου ποικίλαι εἰσιν. Περικλέα μὲν, ὃν ὡς ἡγεμόνα μάλιστα ἐπαινεῖ, θαυμάζει, ὅτι ἡ πόλις δημοκρατουμένη ὄντως ὑπ’ ἀνδρὸς ἑνὸς ἀρίστου ἡγεμονεύετο· τοὺς δὲ ὕστερον λεγομένους δημαγωγοὺς μέμφεται, ὡς τὸν δῆμον κολακεύοντες καὶ πρὸς παραλόγους στρατείας ἐξάγοντες, οἷον τὴν Σικελικήν.[17] δοκεῖ μὲν οὖν αὐτῷ ἡ δημοκρατία κινδυνώδης εἶναι ἄνευ σωφρονοῦντος ἡγεμόνος, ὅμως δὲ καὶ ὅπου ἑαυτὸν ἁμαρτάνοντα δεῖ λέγειν, οὐκ ἀποκρύπτει, ἀλλὰ μετριοπαθῶς περὶ ἑαυτοῦ διατίθεται.
Δόξα καὶ ἀποδοχή
[edit | edit source]ἤδη ἀπ’ ἀρχῆς τῆς ἀρχαιότητος Θουκυδίδης ὡς μέγιστος ἱστορικὸς ἐλογίσθη. οἱ Ἑλληνιστικοὶ γραμματικοί, Ῥωμαῖοι ἄνδρες λόγιοι, Βυζαντινοὶ σχολιασταί καὶ οἱ τῆς Ἀναγεννήσεως ἀνθρωπισταί, πάντες τὴν ἱστορίαν αὐτοῦ ἀνεγίγνωσκον καὶ ἐχρῶντο αὐτῇ καὶ ὡς τὰ πράγματα πιστῶς ἀναγραφομένῃ καὶ ὡς παραδείγματι ἀκριβείας τῆς ἱστορικῆς.[18][19] ὅμως δὲ διὰ τὴν πυκνότητα καὶ τὴν σκολιότητα τῆς λέξεως δυσμαθὴς ἦν πολλοῖς, ἅμα δὲ σεμνὸς καὶ ἐντίμως τιμώμενος.
ἐν τοῖς νεωτέροις χρόνοις ἡ τούτου ἐπίδρασις πολλὰς τέχνας καὶ ἐπιστήμας ἥψατο. οἱ περὶ τὰς διεθνὰς σχέσεις θεωροῦντες τὰς πόλεις καὶ τὰς ἡγεμονίας παρ’ αὐτῷ παραδείγματα ποιοῦνται, πῶς ὁ φόβος, ἡ ἀσφάλεια καὶ ἡ φιλοτιμία κράτη τε καὶ συμμαχίας κινεῖ. ἐν ταῖς στρατιωτικαῖς σχολαῖς ἐξετάζουσι τὰς ἐπιχειρήσεις καὶ τοὺς λόγους στρατηγικῆς ἕνεκα καὶ ἡγεμονίας. πολιτικοὶ φιλόσοφοι καὶ ἱστορικοὶ ἐπικαλοῦνται πολλάκις Θουκυδίδην, ὅταν περὶ δημοκρατίας, ἀρχῆς καὶ στάσεως σκοπῶσι· οἱ δὲ περὶ τὴν φιλολογίαν καὶ ποιητικὴν τέχνην ἐν τῇ συνθέσει αὐτοῦ τὸ τραγικὸν στοιχεῖον καὶ τὴν μίξιν ἱστορίας καὶ πάθους ἐξετάζουσιν. οὕτω δὴ Θουκυδίδης οὐχ ὡς μόνον ἱστορικὸς ἑνὸς πολέμου, ἀλλ’ ὡς θεωρὸς δυνάμεως καὶ ἀνθρωπίνης φύσεως ἐν πολλοῖς χρόνοις καὶ τόποις ἔτι νῦν ἀναγινώσκεται.
Σχόλια
[edit | edit source]- ↑ Θουκυδίδης, Ἱστορίαι I 1, VIII 109.
- ↑ Θουκυδίδης, Ἱστορίαι I 22.
- ↑ Θουκυδίδης, Ἱστορίαι II 35–46, V 84–116.
- ↑ Θουκυδίδης, Ἱστορίαι IV 104.
- ↑ Θουκυδίδης, Ἱστορίαι II 48.
- ↑ Θουκυδίδης, Ἱστορίαι IV 102–108.
- ↑ Θουκυδίδης, Ἱστορίαι V 26.
- ↑ Παυσανίας, Ἑλλάδος περιήγησις I 23· Πλούταρχος, Μόραλια 347A–B.
- ↑ Θουκυδίδης, Ἱστορίαι I 1.
- ↑ Θουκυδίδης, Ἱστορίαι I 22.
- ↑ Θουκυδίδης, Ἱστορίαι II 48–65, III 69–85, VII 1–87.
- ↑ Ξενοφῶν, Ἑλληνικά I–II.
- ↑ Θουκυδίδης, Ἱστορίαι I 22.
- ↑ Θουκυδίδης, Ἱστορίαι I 23, III 82–83.
- ↑ Θουκυδίδης, Ἱστορίαι II 47–54.
- ↑ Θουκυδίδης, Ἱστορίαι III 82–83.
- ↑ Θουκυδίδης, Ἱστορίαι II 65, VI 8, VIII 1.
- ↑ Διονύσιος ὁ Ἁλικαρνασσεύς, Περὶ Θουκυδίδου
- ↑ Μαρκελλῖνος, Βίος Θουκυδίδου
Βιβλιογραφία
[edit | edit source]- Θουκυδίδης, Ἱστορίαι, βιβλία I–VIII.
- Ξενοφῶν, Ἑλληνικά, βιβλία I–II.
- Παυσανίας, Ἑλλάδος περιήγησις, βιβλίον I.
- Πλούταρχος, Μόραλια, διάφορα χωρία περὶ Θουκυδίδου.
- Διονύσιος ὁ Ἁλικαρνασσεύς, Περὶ Θουκυδίδου.
- Μαρκελλῖνος, Βίος Θουκυδίδου.
Έξωτερικοι σύνδεσμοι
[edit | edit source]
|
Ἴδε τὰς εἰκόνας καὶ τὰ ἄλλα καθόλου περὶ τοῦ Θουκῡδίδου |
