Wp/grc/Ναπολέων
Ὁ Ναπολέων ἢ Ναπολέων Βοναπάρτης (φραγκογαλλιστί Napoléon Bonaparte, γεννηθεὶς τῇ 15ῇ Αὐγούστου 1769 μετὰ Χριστὸν - τεθνηκὼς τῇ 5ῇ Μαίου 1821 μετὰ Χριστὸν) ἦν στρατηγός τῆς Γαλλίας καὶ αὐτοκράτωρ ὁ πρῶτος τῆς Γαλλικῆς Αὐτοκρατορίας. Τήν Γαλλίαν πολλῶν καί μεγάλων ἐθνῶν καί πόλεων κυρίαν έποίησεν.
Ἐγεννήθη ἐν Αἰακίῳ Κύρνου, βαπτισθεὶς ὡς Napoleone di Buonaparte. Ὁ Ναπολέων τῆς Γαλλικῆς στρατιᾶς στρατηγός τυγχάνων ἐν ἔτει 1796, ἐπορεύθη στρατεύματι ἐπὶ τὴν Ἰταλίαν καὶ τήνδε ἐχειροῦτο. Τοὐντεῦθεν θαμὰ ἐκράτει, στρατηγὸς δεξιότατος ὤν. Σὺν χρόνῳ οἷος τ᾽ἦν τύραννος αὐτοκράτωρ ἐν Λευκετίᾳ γίγνεσθαι.
Μέντοι τύχη ἐλοιδόρησεν αὐτὸν μετὰ τὸν τῆς Χερσονήσου Πόλεμον καὶ τήν Ρωσσίας είσβολήν. ῾Η μεγάλη γάρ αὐτοῦ στρατιὰ ἐξαπεφθάρη. Ἐν ἔτει 1813, ἡ Ἕκτη Συμμαχία τἠν αὐτοῦ δύναμιν ἐν Λειψίᾳ ἐξωλόθρευσεν. Ἐν τῷ ἑπιόντι ἐνιαυτῷ, ἡ Συμμαχία ἐν Γαλλίᾳ εἰσβεβληκυῖα τοῦτον εἰς παραίτησιν ἐξώθησἐν τε καὶ Ἔλβαθεν ἐξώρισεν.
Τάχα διὰ χρόνου ἀποδράσας αὖθις ἐπεκράτει, ἀλλὰ τανάπαλιν μάχῃ ἡττήθη ἐν Οὐατερλῷ ἐν ἔτει 1815.
Πότμον ἀναπλήσας, τέθνηκε μεθ᾽ ἑξαετοῦς εἰρκτῆς ἐν τῇ τῆς ἁγίας Ἑλένης νήσῳ. Αὐτοψία ἔφησεν τοῦτον ἐκ στομαχοκαρκίνου τεθνηκέναι, καίπερ τὸ τοῦ θανάτου αἴτιον ἀεὶ ἀμφισβητεῖται.
Έξωτερικοὶ σύνδεσμοι
[edit | edit source]
|
Ἰδὲ τὰς εἰκόνας καὶ τὰ κοινὰ τὰ ἄλλα περὶ τοῦ Ναπολέοντος |