Wp/grc/Λουδοβῖκος Βηθούην
Λουδοβῖκος Βηθούην (γερμανιστί: Ludwig van Beethoven [ˈluːtvɪç fan ˈbeːtˌhoːfn̩], βαπτισθεὶς τῇ 17.12.1770 ἐν Βόννῃ – ἀποθανὼν τῇ 26.3.1827 ἐν Οὐινδοβόνῃ), μουσικὸς καὶ μελοποιὸς Γερμανός.
Εὐκλεέστατος τῶν μουσουργῶν δοκούμενος, εὐφυῶς ἐνεωτέρησεν ἀπὸ κλασσικῆς εἰς ῥομαντικὴν μουσικὴν, εὐδοξότατα ἔργα (9 συμφωνίας κλεινὰς, 5 κλειδοκυμβάλου κονσέρτα, ἓν βιολίου, 32 κλειδοκυμβάλου ἠχήματα (σονάτας), 16 ἐγχόρδων τετράδας, μεγίστην λειτουργίαν Missa Solemnis, καὶ μελόδραμα Fidelio) γεγραφὼς.
Νεώτατος μουσικῆς χάρισμα ἐδήλου, ἐκπαιδευθεὶς ὑπὸ τοῦ πατρός του Ἰωάννου Βηθούενός τε καὶ μουσικοσυνθέτου καὶ μουσικοδιευθυντοῦ Χριστιανοῦ Θεοφίλου Νήφου (Christian Gottlob Neefe). Ἡλικίᾳ 21 ἐτῶν εἰς Οὐινδόβοναν, ἄχρι θανάτου, μετοικήσας, μουσικοσύνθεσιν εἰςπούδαζεν παρὰ τῷ μεγίστῳ Ἰωσήφῳ Ἁΰδνῳ (Haydn), καὶ εὔδοξος κλειδοκυμβαλεὺς ἐδοκεῖτο. Τοιγὰρ ἐκ τοῦ εἰκοστοῦ ἐνιαυτοῦ, ἡ αὐτοῦ ἀκοή ἀπισχναίνετο, καὶ τῇ ὑστάτῃ τοῦ βίου δεκαετίᾳ χαλεπῶς ἐκώφευεν.
Ἀπ᾽ἐνιαυτοῦ 1811 τοίνυν τοῦ μουσικοδιευθύνειν δημοσίᾳ ἐξέλειπεν, ἐμουσιούργει δὲ ἰδίᾳ. Πολλά μέντοι τῶν περιβλεπτοτάτων λαμπρῶν μουσουργημάτων αὐτοῦ γέγραπται ἐν ταὐτοῖς τοῖς δεκαπέντε τοῦ ὑστέρου βίου ἐνιαυτοῖς.
Σύνδεσμοι ᾽Εξώτεροι
[edit | edit source]
|
Ἰδὲ τὰς εἰκόνας καὶ τὰ κοινὰ τὰ ἄλλα περὶ τοῦ Λουδοβίκου Βηθούενος |
Ἥδε ἡ ἐγγραφὴ περί τινος ἀνθρώπου βιογραφίας δεῖ παρεκτενεῖσθαι . Βοηθεῖτε μετὰ τῆς ὑμετέρας εἰσφορᾶς τῇ ἐργασίᾳ ταύτῃ. |