Jump to content

Wp/grc/Δανιὴλ ὁ Στυλίτης

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Δανιὴλ ὁ Στυλίτης
Ὁ Δανιὴλ ὁ Στυλίτης

Δανιὴλ ὁ Στυλίτης ἦν χριστιανὸς ἅγιος. Ἡ ἱστορία “Βίος καὶ πολιτεία τοῦ ὁσίου πατρὸς ἡμῶν Δανιὴλ τοῦ στυλίτου” διεξέρχεται τάδε· Ὁ Δανιὴλ γέγονε τῷ 409 μετὰ Χριστόν. Γηραιᾶς τῆς μητρὸς τοῦ Δανιὴλ τότε οὔσης οὐκέτι ἔγκυος γέγονε. Ἔπειτα δὲ εὐξαμένη τῷ θεῷ καὶ ἐπαγγείλασα αὐτῷ καθοσιοῦν τὸν υἱὸν ἔγκυος γέγονεν. Τοῦ Δανιὴλ πενταετήρου γενομένου οἱ γονεῖς αὐτοῦ εἰσήγαγον τὸν υἱὸν εἰς τὸ μοναστήριον. Ἐκεῖ τῷ παιδὶ καίπερ ἔχοντι ἕτερον ὄνομα ἐδόθη τὸ ὅνομα τοῦ προφήτου Δανιήλ. Ἀλλ’ ὁ μοναχὸς τοῦ μοναστηρίου οὐκ εἴασε μένειν ἐν τῷ μοναστηρίῳ τὸν Δανιὴλ ὡς ὄντα ἄγαν νέον.

Γενόμενος δὲ δωδεκαετὴς ὁ Δανιὴλ εἰσῆλθεν ἐς ἕτερον μοναστήριον ὡς μοναχὸς ἐσόμενος. Διὰ δὲ χρόνον ὁ Δανιὴλ ἤθελεν ὁρᾶν τὴν πόλιν Ἱερουσαλὴμ καὶ τὸν Συμεῶνα τὸν ἱερὸν στυλίτην, ὃς διήγαγε τὸν βίον ἐν τῇ πόλει Τελανισσῶν. Πορευθεὶς δὲ κατέλαβε μοναχόν τινα παλαιὸν βουλόμενον τὸν Δανιὴλ πορεύεσθαι εἰς τὴν Κωνσταντινούπολιν. Ὁ Δανιὴλ τῷ μοναχῷ τῷ αὐτῷ συμβουλεύσαντι ἐπορεύθη εἰς τὸ Βυζάντιον. Ἐκεῖ ἔζησεν ἐννέα ἔτη ἐν ἱερῷ ἐξωθούμενος τοῖς δαίμοσιν ἐκ τοῦ ναοῦ.

Μετὰ δὲ ταῦτα ὁ Δανιὴλ κατιδὼν εἶδε τὸν ἱερὸν Συμεῶνα κελεύοντα αὐτῷ μὴ μένειν ἐν τῷ ναῷ ἀλλ’ ἀκολουθεῖν αὐτῷ καὶ γενέσθαι στυλίτῃν. Σχεδὸν περὶ τοῦτον τὸν χρόνον ἀφίκετο εἰς Βυζάντιον ὁ μοναχὸς Σέργιος φέρων τὸ ἱμάτιον τὸ τοῦ ἁγίου Συμεῶνος ὃ ἤθελε διδόναι τῷ βασιλεῖ Λέοντι. Τοῦ Λέοντος οὐχ ὑποδεχομένου εὐθὺς τὸν Σέργιον οὗτος ἦλθε πρὸς τὸν Δανιήλ. Ἅτε πάνυ θαυμάζων τοῦ ἱεροῦ Δανιὴλ τὴν ἄσκησιν ἔδωκεν αὐτῷ τὸ ἱμάτιον τὸ τοῦ Συμεῶνος καὶ ἐγένετο μαθητὴς τοῦ Δανιήλ. Μετ’ ὀλίγον δὲ χρόνον ὁ Δανιὴλ ἀνῆλθεν ἐπὶ στῦλον. Βιῶν ἐν στύλῳ διήγαγε τὸ λοιπὸν τοῦ βίου.

Ζῶν ἐν τῷ στύλῳ τριάκοντα καὶ τρεῖς ἐνιαυτοὺς, ὁ Δανιὴλ πολλὰ καὶ μεγάλα θαύματα ἐποιήσεν. Ἰάσατο τοὺς ἀνθρώπους τῶν νοσῶν καὶ πολλάκις ἐπροφήτευσεν. Συμβουλεύματα ἔδωκε τοῖς ἱκετεύουσιν ἐν πᾶσι καιροῖς. Ἐβοήθησε τοῖς τε συμβουλευομένοις ἀνθρώποις καὶ τοῖς ἅρχουσι βασιλεῦσιν. Οὔποτε ἔλιπε τὸν στῦλον πλὴν ἅπαξ· Ἐν γάρ τῷ ἐνιαυτῷ 475 ὁ Βασιλίσκος κατέλυσε τὴν βασιλείαν ἣν ὀλίγῳ χρόνῳ πρότερον ἔλαβεν ὁ Ζήνων. Ταῦτα ποιῶν ὁ Βασιλίσκος ἐγένετο δεσπότης. Γράψας νόμον καλούμενον “Ἐγκύκλιον Βασιλίσκου” προύδωκε τὰς τῆς ἐν Χαλκηδῶνι συνεδρίας γνώμας. Ὁ Ἀκάκιος ὁ τῆς Κωνσταντινοπόλεως ἀρχιεπίσκοπος ἅτε ἀπολογούμενος ὑπὲρ τῶν τῆς ἐν Χαλκηδῶνι συνεδρίας γνωμῶν διηνέχθη τῷ Βασιλίσκῳ. Διὰ τοῦτο ἐδεήθη τοῦ Δανιὴλ ἔρχεσθαι εἰς τὴν τῆς Κωνσταντινοπόλεως ἐκκλησίαν. Ἐβουλήθη τὸν Βασιλίσκον μετατιθέναι τὸν “Ἐγκύκλιον”. Ὁ ἱερὸς Δανιὴλ εὐξάμενος τῷ θεῷ ὑπήκουσε τῷ Ἀκακίῳ καὶ καταβὰς ἀπὸ τοῦ στύλου ἐπορεύθη εἰς τὴν ἐκκλησίαν. Ἐν τῷ τοῦ θεοῦ ἱερῷ συνελέξαντο ὁ Δανιὴλ καὶ ὁ ἀρχιεπίσκοπος Ἀκάκιος καὶ ὁ δεσπότης Βασιλίσκος καὶ πολλοὶ οἱ ἄνθρωποι βουληθέντες ἰδεῖν τοὺς ὀνομαστοὺς ἄνδρας. Τοῦ Δανιὴλ διαλεγομένου τῷ ἀρχιεπισκόπῳ τε καὶ τῷ βασιλεῖ εἰρήνη ἐγένετο. Ὁ Βασιλίσκος μετέθηκε τὸν “Ἐγκύκλιον” ὐπισχνούμενος ὀρθοδοξεῖν. Μετὰ δὲ ταῦτα ὁ ὅσιος Δανιὴλ ἐπανῆλθεν ἐπὶ τὸν στύλον.

Διήγαγε τὸ λοιπὸν τοῦ βίου εὐχόμενος τῷ θεῷ καὶ βοηθῶν τοῖς ἀνθρώποις καὶ διαλεγόμενος αὐτοῖς. Ἀπέθανεν ἐν τῇ ἐνδεκάτῃ ἡμέρᾳ τοῦ δωδεκάτου μηνὸς ἐν τῷ ἐνιαυτῷ 493.

Ὑποσημειώσεις

[edit | edit source]
  • Vita Sancti Danielis Stylitae, ed. par Hippolyte Delehaye, Les Saints Stylites, Bruxelles 1989, p.1-94.

Μεταπεφρασμέναι ἐκδόσεις

[edit | edit source]
  • Der Heilige Daniel auf der Säule, in: Lietzmann, Hans: Byzantinische Legenden, Jena 1911, S.1-54.
  • Vie de Daniel le Stylite, dans: Festugière, Andre-Jean: Les Moines d’Orient, tome 2: Les Moines de la Région de Constantinople, Paris 1961, p.93-165.