Wp/grc/Βυζάντιον

From Wikimedia Incubator
< Wp‎ | grc
(Redirected from Wp/grc/Κωνσταντινούπολις)
Wp > grc > Βυζάντιον
Βυζάντιον: ἔτει 2005

Βυζάντιον ὕστερον Κωνσταντινούπολις (τυρκιστί: Istanbul ) πόλις ἡ μέγιστή ἐστι νῦν τῆς Τυρκίας ἐν τῷ πρόσθεν χρόνῳ ἡ πόλις, καί Νέα Ῥώμη ἐπικαλούμενὴ, Ἑλληνική ἦν. Βυζάντιον 13.120.596 πολίτας ἔχει (ἔτει 2010).

Ἱστορία

Ἡ χώρα οὗ τὸ νῦν Βυζάντιόν ἐστι οἰκεῖται ἐκ 6000 π.Κ.Ε. Ἐν τῆς πόλεως εὐρωπαϊκὴν πλευρὰν ἦν τινὰ κώμη θρακική, ἥ ἐκτίσθη περὶ τὸ 1000 π.Κ.Ε., ἐκαλεῖτο δὲ αὕτη Λυγός. Τινὲς Μεγαρεῖς ἀποικίαν ἔκτισαν ἐκεί οὗ ἦν θρακικὸς Λυγὸς καὶ ὠνόμασαν αὐτὴν Βυζάντιον, ἐκ τοῦ ἠγῶντος αύτῶν Βύζαντος, ἔτει 657 π.Κ.Ε. Βυζάντιόν δε οὐκ ἦν ἐκ τῶν αξιολογοτάτων Ἑλληνίδων ἀποικιῶν ἐν Εὐξείνῳ Πόντῳ. Ἐάλω ὑπὸ τῶν Μηδῶν ἐν ἀρχαῖς του 5ου π.Κ.Ε. αἰῶνος, διὰ τάχος δὲ πάλιν ἐάλω ὑπὸ τῶν Ἀθηναίων. Βυζάντιον σύμμαχος τοῖς Ἀθηναίοις ἦν ἀμφοτέραις συμμαχίαις αὐτῶν, ἐγένετο ἀνεξάρτητον ἐν ἔτει 355 π.Κ.Ε., ἀλλὰ πάλιν διὰ τάχος ἐάλω ὑπὸ τοῦ τῶν Μακεδόνων βασιλέως Φιλίππου. Μέρος ἐγένετο τῆς τῶν Ῥωμαίων αὐτοκρατορίας ἔτει 73 μ.Κ.Ε. καὶ ἐπανεκτίσθη ὑπὸ τοῦ αὐτοκράτορος Σεπτιμίου Σεβήρου ἔτει 200 μ.Κ.Ε. Τοῦ Μεγάλου Κωνσταντίνου γενομένου μονοκράτορος τῆς Ῥωμαϊκῆς αὐτοκρατορίας Σεπτεμβρίῳ τοῦ 324 μ.Κ.Ε. ἐκρίθη ἡ οἰκοδόμησις καινῆς πρωτευούσης διὰ τὴν αὐτοκρατορίαν, τὴν Νέαν Ῥώμην, ἐκεί οὗ ἦν Βυζάντιον. Νοεμβρίῳ αὐτοῦ ἔτους ἡ πόλις ἐπανυπεγράφη καὶ ἡ ἄνοιξις τῆς Κωνσταντινουπόλεως (τὸ δημοτικὸν τῆς πόλεως ὄνομα) ἐγένετο ἔτει 330 μ.Κ.Ε. Τῆς Ῥωμαϊκῆς αὐτοκρατορίας διαιρουμἐνης δύο τμήμασι, ανατολικῷ τε καὶ δυτικῷ, 65 ἔτη ὕστερον (ἕκαστον διὰ ἕναν ἐκ τῶν τοῦ Θεοδοσίου υἱῶν), Βυζάντιον (Κωνσταντινούπολις) ἐγένετο πρωτεύουσα τῆς Ἀνατολικῆς ἤ, ὕστερον ὠνομασμένης, Βυζαντινῆς Αὐτοκρατορίας. Βυζάντιον παρέμεινε Ἑλληνίσι χερσὶ μέχρι 1204, ἐπεὶ ἐάλω ὑπὸ τῶν Σταυροφόρων καὶ ἐγένετο πρωτεύουσα πόλις τῆς Λατινικῆς Αὐτοκρατορίας. Βυζαντινοί ἐπανεποίησαν τὴν πάλαι πολιτείαν αὐτῶν ἒτει 1261, τοῦ Βυζαντίου γενομένου αὖ πρωτεύουσα πόλις. Ἔτει 1453 δὲ Μεμέδιος Β΄, τῶν Ὀσμανλίων σουλτάνος ὤν, εἷλον τὴν πόλιν, διαφθείρας τὸν ἔσχατον Βυζαντινὸν αὐτοκράτορα, Κωνσταντῖνον ΙΑ΄ Παλαιολόγον. Κωνσταντινούπολις τῆς Ὀσμανλικῆς Αὐτοκρατορίας πρωτεύουσα πόλις ἦν ἀπὸ 1453 ἔως 1923. Ἐκείνην τὴν ἐποχήν ἡ πόλις ἐξωραΐσθη ὑπὸ τῶν Ὀσμανλίων ἀνάκτων, οἵ κατέστησαν αὐτὴν πολυπόθητον ἀπὸ πολλὰς δυνάμεις π.χ. ἀπὸ Ῥωσίας. Μετὰ τέλους τοῦ Α΄ Παγκοσμίου Πολέμου, Βυζάντιον κατελήφθη ὑπὸ συμμαχικῶν δυνάμεων, ἡ μόλις ἰδρυθείσα δὲ Τυρκικὴ Δημοκρατία κατόρθωσε ἀνακομίσασθαι αὐτὸ, ἀλλ' εἷλον τὴν Ἄγκυραν πρωτεύουσαν πόλιν τῆς χώρας. Κωνσταντινούπολις ἤλλαξε τὸ ὄνομα αὐτῆς ἀντιστοίχῳ τυρκικῷ, ἤτοι Ἰστανμπούλ, ἔτει 1923 καὶ σήμερον χρὴ αὐτὴν εἶναι ἡ μάλα ἐπίσημος πόλις τῆς Τυρκίας, Δυτικῆς Ἀσίας καὶ μία ἐκ τῶν μάλα ἐπισήμων ἐν Εὐρώπῃ.

Σύνδεσμοι Ἐξώτεροι[edit | edit source]

Ἴδε τὰς εἰκόνας καὶ τὰ κοινὰ τά ἄλλα περὶ