Jump to content

Wq/grc/Ἰσοκράτης

From Wikimedia Incubator
< Wq | grc
Wq > grc > Ἰσοκράτης
Ὁ Ἰσοκράτης

Βίος Ἰσοκράτους κατά Σουΐδα λεξικὸν:

[Ἰσοκράτης,] Θεοδώρου αὐλοποιοῦ, Ἀθηναῖος, ῥήτωρ, γενόμενος ἐπὶ τῆς πϛʹ ὀλυμπιάδος, ὅ ἐστι μετὰ τὰ Πελοποννησιακά. καὶ διὰ μὲν τῆς φωνῆς τὴν ἀτονίαν καὶ τὸ ἀπαρρησίαστον δίκας οὐκ εἶπεν, ἐδίδαξε δὲ πλείστους, καὶ λόγους γέγραψε λβʹ· βιώσας δὲ ἔτη ϛʹ πρὸς τοῖς ρʹ ἐτελεύτησεν. ἀδελφοὶ δὲ αὐτῷ ἐγένοντο Τίσιππος καὶ Θεόμνηστος καὶ Θεόδωρος· διδάσκαλος δὲ Γοργίας, οἱ δὲ Τισίαν φασίν, οἱ δὲ Ἐργῖνον· οἱ δὲ Πρόδικον ἔφασαν, οἱ δὲ Θηραμένην. οἱ δὲ λόγοι αὐτοῦ πλεῖστοι.[1]

ΓΝΩΜΑΙ

[edit | edit source]
  • Μὴ φθονεῖτε τοῖς παρ' ἐμοὶ πρωτεύουσιν ἀλλ' ἁμιλλᾶσθε, (Νικόκλης ἢ Κύπριοι Ἰσοκράτους [60])[2]
  • Μηδένα φίλον ποιοῦ, πρὶν ἂν ἐξετάσῃς πῶς κέχρηται τοῖς πρότερον φίλοις[3]
  • διὰ τίνα αἰτίαν τοὺς ἄλλους διδάσκων λέγειν αὐτὸς σιωπᾷς“; ἔφη· „καὶ γὰρ ἡ ἀκόνη αὐτὴ μὴ τέμνουσα τὰς μαχαίρας τμητικωτέρας ποιεῖ.[4]
  • Ἡδέως μὲν ἔχε πρὸς ἅπαντας, χρῶ δὲ τοῖς βελτίστοις• (Ἰσοκράτης, Πρὸς Δημονίκον)[5]
  • Ὕδωρ θολερὸν καὶ ἀπαίδευτον ψυχὴν οὐ δεῖ ταράττειν.[6]
  • Εὐτυχίας ὥσπερ μέθης, ἄφρων ἐπὶ πλεῖον ἀπολαύσας ἀνοητότερος γίνεται.
  • Ἐρωτηθεὶς, τίνι οἱ φιλόπονοι τῶν ῥάθυμων διαφέρουσιν, εἶπεν, « Ὡς οἱ εὐσεβεῖς τῶν ἀσεβων, ἐλπίσιν άγαθαῖς. » (Steph. Apophthegm. p. 697. Arsen. Viol. p. 307. Maxim. Conf. p. 621.)

Ἀναφοραὶ

[edit | edit source]
  1. texts Suidae Lexicon
  2. ΙΣΟΚΡΑΤΗΣ - ΝΙΚΟΚΛΗΣ ἢ ΚΥΠΡΙΟΙ
  3. 1.24
  4. Gnomologium Vaticanum: (E Codice Vaticano Graeco 743)
  5. Loeb Classical Library
  6. ΙΣΟΚΡΑΤΟΥΣ ΑΠΟΣΠΑΣΜΑΤΑ