Wq/grc/Ἐπίκουρος

From Wikimedia Incubator
< Wq‎ | grc
Wq > grc > Ἐπίκουρος
Ὁ Ἐπίκουρος

Ἐπικούρου βίος κατά Σουΐδα λεξικὸν:

[Ἐπίκουρος,] Νεοκλέους, Ἀθηναῖος, Γαργήττειος τῶν δήμων, μητρὸς Χαιρεστράτης. ἀδελφοὶ δὲ αὐτοῦ Νεοκλῆς, Χαιρέδημος, Ἀριστόβουλος ἢ Ἀριστόδημος. φιλοσοφίας δὲ ἤρξατο ἀπὸ ἐνιαυτῶν ιβʹ καὶ οἰκείαν αἵρεσιν εἰσηγήσατο, πρῶτον μὲν ἐν Σάμῳ διατρίψας σὺν τοῖς γονεῦσιν, εἶτα σχολαρχήσας ἐν Μιτυλήνῃ ἐνιαυτῶν ὧν ἦν, εἶτα ἐν Λαμψάκῳ καὶ οὕτως ἐν Ἀθήναις ἐν ἰδίῳ κήπῳ, ἀκούσας δὲ Ναυσιφάνους τοῦ Δημοκριτείου καὶ Παμφίλου τοῦ Πλάτωνος μαθητοῦ. γέγονε δὲ ἐπὶ τῆς ρθʹ ὀλυμπιάδος μετὰ ἑπτὰ ἐνιαυτοὺς τῆς Πλάτωνος τελευτῆς καὶ παρέτεινεν ἐπὶ τῶν διαδόχων καὶ Ἀντιγόνου τοῦ Γονατᾶ· καὶ διέμεινεν ἡ αὐτοῦ σχολὴ ἕως Καίσαρος τοῦ πρώτου, ἔτη σκζʹ. ἐν οἷς διάδοχοι αὐτῆς ἐγένοντο ιδʹ. συγγράμματα δὲ αὐτοῦ πλεῖστα..[1]

ΓΝΩΜΑΙ[edit | edit source]

  • εἰ ταῖς τῶν ἀνθρώπων εὐχαῖς ὁ θεὸς κατηκολούθει, θᾶττον ἄν ἀπώλλυντο πάντες ἄνθρωποι, συνεχῶς πολλὰ καὶ χαλεπὰ κατʼ ἀλλήλων εὐχόμενοι. (Ἐπίκουρος - Γνωμολόγιο codex Parisinus gr. 1168, 115r).
  • Οὐδέποτε ὠρέχθην τοῖς πολλοῖς ἀρέσκειν.
ἃ μὲν γὰρ ἐκείνοις ἤρεσκεν, οὐκ ἔμαθον•
ἃ δ' ᾔδειν ἐγώ, μακρὰν ἦν τῆς ἐκείνων αἰσθήσεως.
Γνῶμαι ἐπικούρου - Hermann Usener Epicurea ( 1887)
  • Ἅπαξ ἄνθρωποι γεγόναμεν, δὶς δ᾽ οὐκ ἔστι γενέσθαι[2]
  • Ὁ θάνατος οὐδὲν πρὸς ἡμᾶς· τὸ γὰρ διαλυθὲν ἀναισθητεῖ· τὸ δ' ἀναισθητοῦν οὐδὲν πρὸς ἡμᾶς.[3]

Ἀναφοραὶ[edit | edit source]

  1. Suidae Lexicon
  2. Πλούταρχος - Ὅτι οὐδὲ ἡδέως ζῆν ἔστιν κατ' Ἐπίκουρον
  3. ΚΥΡΙΑΙ ΔΟΞΑΙ