Jump to content

Wq/grc/Ἀριστoτέλης

From Wikimedia Incubator
< Wq | grc
Wq > grc > Ἀριστoτέλης
Ὁ Ἀριστoτέλης

Ὁ δὲ Ἀριστoτέλης Νικομάχου καὶ Φαιστιάδος, φιλόσοφος τε μαθητὴς Πλάτωνος τε διδάσκαλος Ἀλεξάνδρου μεγάλου, γέγονε 384 π.Χ. καὶ ἀπέθανε 322 π.Χ.

Ἒργα

[edit | edit source]
  • Ἔστιν οὖν τραγῳδία μίμησις πράξεως σπουδαίας καὶ τελείας.
  • Πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει.
  • Φύσει μέν ἐστιν ἄνθρωπος ζῷον πολιτικόν.
  • Ἀεὶ Λιβύη φέρει τι κακόν / καινόν.
  • μεταβολὴ δὲ πάντων γλυκύτατον κατὰ τὸν ποιητήν.
  • ἀναπαύσει γὰρ ἔοικεν ἡ παιδιά, ἀδυνατοῦντες δὲ συνεχῶς πονεῖν ἀναπαύσεως δέονται.
  • μία γὰρ χελιδὼν ἔαρ οὐ ποιεῖ, οὐδὲ μία ἡμέρα· οὕτω δὲ οὐδὲ μακάριον καὶ εὐδαίμονα μία ἡμέρα οὐδ᾽ ὀλίγος χρόνος.
  • Τῶν γὰρ ἄκρων τὸ μέν ἐστιν ἁμαρτωλότερον τὸ δ᾽ ἧττον.
  • Ἐν χρόνῳ γὰρ πᾶσα κίνησις καὶ τέλους τινός.