Wq/grc/Θαλῆς ὁ Μιλήσιος

From Wikimedia Incubator
< Wq‎ | grc
Wq > grc > Θαλῆς ὁ Μιλήσιος
Ὁ Θαλῆς

Θαλῆ βίος κατά Σουΐδα λεξικὸν:

[Θαλῆς,] Ἐξαμύου καὶ Κλεοβουλίνης, Μιλήσιος, ὡς δὲ Ἡρόδοτος Φοῖνιξ· γεγονὼς πρὸ Κροίσου, ἐπὶ τῆς λεʹ ὀλυμπιάδος, κατὰ δὲ Φλέγοντα γνωριζόμενος ἤδη ἐπὶ τῆς ζʹ. ἔγραψε περὶ μετεώρων ἐν ἔπεσι, Περὶ ἰσημερίας, καὶ ἄλλα πολλά. ἐτελεύτησε δὲ γηραιός, θεώ μενος γυμνικὸν ἀγῶνα, πιληθεὶς δὲ ὑπὸ τοῦ ὄχλου καὶ ἐκλυθεὶς ὑπὸ τοῦ καύματος. πρῶτος δὲ Θαλῆς τὸ τοῦ σοφοῦ ἔσχεν ὄνομα καὶ πρῶτος τὴν ψυχὴν εἶπεν ἀθάνατον ἐκλείψεις τε καὶ ἰσημερίας κατείληφεν. ἀποφθέγματα δὲ αὐτοῦ πλεῖστα· καὶ τὸ θρυλλούμενον· γνῶθι σαυτόν. τὸ γάρ, ἐγγύα, πάρα δ' ἄτα, Χίλωνός ἐστι μᾶλλον, ἰδιοποιη σαμένου αὐτό· καὶ τό, μηδὲν ἄγαν[1].

ΓΝΩΜΑΙ[edit | edit source]

  • Γνῶθι σαυτόν
  • Τί δύσκολον; Τὸ ἐαυτὸν γνῶναι.
  • Τί εὔκολον; Τό ἄλλῳ ὑποτίθεσθαι.
  • Τί κοινότατον; Ἐλπίς. Και γάρ οἵς ἄλλο μηδέν, αὔτη παρέστη.
  • Τί τάχιστον; Νούς. Διά παντός γάρ τρέχει.
  • Τί πρεσβύτερον; Θεός. Ἀγέννητον γάρ ἐστιν.
  • Τί ἰσχυρότατον; Ἀνάγκη. Μόνον γὰρ ἀνίκητον.
  • Τί σοφώτερον; Χρόνος. Τὰ μὲν γὰρ εὕρηκεν οὖτος ἤδη, τὰ δ᾿ εὑρήσει.
  • Τί βλαβερώτατον; Κακία. Καὶ γὰρ τὰ χρηστὰ βλάπτει παραγενομένη.
  • Τί κάλλιστον; Κόσμος. Πᾶν γὰρ τὸ κατὰ τάξιν τούτου μέρος ἐστί.
  • Κρατίστην εἶναι δημοκρατίαν τὴν μήτε πλουσίους ἄγαν μήτε πένητας ἔχουσαν πολίτας.

Ἀναφοραὶ[edit | edit source]

  1. Suidae Lexicon