Wp/grc/Ῥωμαϊκὴ Καθολικὴ Ἐκκλησία

Ἡ Ῥωμαϊκὴ Καθολικὴ Ἐκκλησία ἡ μεγίστη τῶν Χριστιανικῶν Ἐκκλησίων ἐστί, ὑπὸ τοῦ Πάπου, τοῦ τῆς Ῥώμης ἐπισκόπου, ἀπὸ τῆς 17ῆς τοῦ Νοεμβρίου 2013 Φραγκίσκου Α', ἀγομένη.
Τὰ δόγματα
[edit | edit source]Χριστιανισμός
[edit | edit source]Τὰ τῆς Ἐκκλησίᾱς δόγματά εἰσι τὰ τοῦ Χριστιανισμοῦ δόγματα· οἱ Καθολικοὶ πιστεύουσιν, ὅτι ὁ Ἰησοῦς ὁ Χριστὸς Υἱὸς τοῦ θεοῦ καὶ θεὸς αὐτός ἐστι.
Μόνος μὲν ὁ θεός ἐστι, ὁ τοῦ κόσμου καὶ τῆς πάσης οἰκουμένης ἡγεμὼν κατὰ τὴν Καθολικὴν Ἐκκλησίᾱν, ὁ Σατανᾶς δὲ — κακὸς δαίμων, ὃς μὲν ποτὲ ἄγγελος τοῦ θεοῦ ἦν, νῦν δὲ τὸν θεὸν μάλα μῑσεῖ — πειρᾶται τοὺς ἀνθρώπους.
Μόνος ὁ ἐσταυρωμένος Χριστὸς ἐδύνατο τοὺς ἀνθρώπους ἀπὸ τοῦ Σατανᾶ καὶ ἀπὸ τῶν ἀνθρωπείων ἁμαρτίων ἀπαλλάσσειν.
Παλαιὰ Διαθήκη
[edit | edit source]Ὁ μόνος θεὸς ἐποίησε ὅλον τὸν κόσμον ἐν τῇ ἀρχῇ τῷ αὐτοῦ λόγῳ χρώμενος. Τὸ φῶς, τὸ ὕδωρ, τὴν γῆν, τὸν ἥλιον, τὴν σελήνην καὶ πάντα τὰ ἄλλα ἄστρα ἐποίησε. Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον κατ' εἰκόνα θεοῦ. Καὶ ἐφύτευσεν παράδεισον ἐν τῇ γῇ, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν.
Ὁ πρωτὸς ἄνθρωπος ἦν ὁ Ἀδὰμ, ὃς τὸν θεὸν ᾔτησε βοηθὸν ὅμοιον αὐτῷ. Καὶ ὁ θεὸς ἐποίησε τῷ Ἀδὰμ τὴν Εὔᾱν γυναῖκα.
Ἐνετείλατο ὁ θεὸς τῷ Αδαμ λέγων ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν οὐ φάγεσθε. Ἀλλ' οἱ ἄνθρωποι ὅμως ἀπὸ τούτου τοῦ ξύλου ἔφαγον.

Διαθήκην ἐποίησε σὺν τῷ Ἀβραὰμ καὶ σὺν τῷ Μωϋσεῖ ὁ θεὸς καὶ τῷ Μωϋσεῖ ἔδωκε δέκα λόγους παντὶ τῷ λᾱῷ Ἰσραήλ·
1. Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ· οὐ ποιήσεις σεαυτῷ εἴδωλον.
2. Οὐ λήμψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ.
3. Μνήσθητι τὴν ἡμέραν τῶν σαββάτων ἁγιάζειν αὐτήν.
4. Τίμα τὸν πατέρα καὶ τὴν μητέρα.
5. Οὐ κλέψεις.
6. Οὐ μοιχεύσεις.
7. Οὐ φονεύσεις.
8. Οὐ ψευδομαρτυρήσεις.
9. Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου.
10. Οὐκ ἐπιθυμήσεις ὅσα τῷ πλησίον σού ἐστιν.
Καινὴ Διαθήκη
[edit | edit source]
Διαθήκην δὲ δευτέρᾱν ἐποίησε διὰ τοῦ Ἰησοῦ, τοῦ αὐτοῦ Υἱοῦ, ἐπειδὴ ὁ λᾱὸς τοὺς δέκα λόγους καὶ τὰ ἄλλα δόγματα τὰ τοῦ θεοῦ ἐν τῇ καρδίᾳ ἀγαπᾶν οὐκ ἐδύνατο.
Ὧν ἕνεκα τὸν Ἰησοῦν πρὸς τὴν γῆν ἀπέστειλε ὁ θεὸς ὁ Πατὴρ καὶ ὁ Ἰησοῦς ἐδείκνυτο τοῖς ἀνθρώποις τὴν ἀληθῆ ἀγάπην καὶ διελέγετο σὺν τοῖς μάλα ἁμαρτωλοῖς ἀνθρώποις καὶ ἰ̄ᾶτο τοὺς ἀσθενεῖς ἀνθρώπους ἀπὸ τῆς ἀσθενείᾱς — οἱ τῷ Ἰησοῖ ἀκολουθοῦντες Ἰουδαῖοι ὠνόμασαν αὐτὸν τὸν Ῥαββί, τοῦτο σημαίνει τὸν αὐτῶν διδάσκαλον.
Ἐσταυρώθη δὲ ὁ Ἰησοῦς ἐν τῷ ὄρει Γολγοθᾶ, ὅτι οἱ Ἰουδαῖοι ἡγεμόνες, οἱ Ῥωμαϊκοὶ στρατιῶται οἱ τε τοῦ ὄχλου ἄνθρωποι αὐτὸν σφόδρα ἐμί̄σησαν, καὶ ἐνταῦθα ἔθνῃσκε. Ἀλλὰ τῇ τρίτῃ ἡμέρᾳ τῇ μετὰ τὸν θάνατον ὁ Ἰησοῦς ἀνέστη.
Σὺν τοῖς δὲ μαθηταῖς διέλεξε καὶ εἰς τοὺς οὐρανοὺς εἰς τὸν Πατέρα ἀπῆλθεν.

Ὁ δὲ Ἅγιος Παῦλος - τοὔνομα ἐτι Σαῦλου, Ἑβραϊστὶ Σαούλ, ἔχων - ἐν τῇ ὁδῷ τῇ εἰς τὸν Δαμασκὸν ἀγομένῃ τὴν τοῦ θεοῦ φωνὴν ἤκουσε αὐτῷ λέγουσαν· "Σαούλ, Σαούλ, τί με διώκεις;"
Καὶ τρισὶν ἡμέραις τυφλὸς ἐγένετο ὁ Σαῦλος καὶ οὐδὲν ἔφαγε οὐδὲν τε ἔπιεν τρισὶν ἡμέραις. Ἀλλὰ μετὰ ταυτὰς τᾱ̀ς τρεῖς ἡμέρᾱς πάλιν ὁρᾷν ἐδύνατο ὁ Ἅγιος Παῦλος τὰ τε αὐτῷ φαινόμενα τοῖς σὺν αὐτῷ οὐσὶν ἐλαλεῖν.
Πολλᾱ̀ς δὲ ἐπιστολᾱ̀ς ἔγραψε ὁ Παῦλος τοῖς εν ταῖς καιναῖς ἐκκλησίαις· γνωστότατον μέρος ταῦτων τῶν ἐπιστολῶν ἐστι ἐν τῇ εἰς τοὺς Κορινθίους γεγραμμένῃ ἐπιστολῇ·
Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Kαὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. (Ἐπιστολὴ εἰς Κορινθίους 13, 1 - 2).
Τὰ Βιβλία
[edit | edit source]Ταὐτὰ ἐν ταῖς ἅγιαις γράφαις ἀφηγοῦνται οἱ τῶν Βιβλίων συγγράφεις.
Περὶ τῆς Μαριάμ
[edit | edit source]
Οἱ Καθολικοὶ πιστεύουσιν, ὅτι ἡ Μαριὰμ, ἡ Θεότοκος, ἡ τοῦ Ἰησοῦ μήτηρ, ἄνευ ἁμαρτίων γεγενημένη ᾖ.
Γνωστοτάτη ἐστὶ ἡ εὐχὴ ἡ τῇ Μαριάμ, ἣ οὕτως ἄρχεται· «Χαῖρε, Μαριάμ, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ…»
Ἱστορία
[edit | edit source]Ὁ Ἰησοῦς ἔδωκε τῷ Ἁγίῳ Πέτρῳ τᾱ̀ς κλεῖδας τᾱ̀ς εἰς τοὺς οὐρανούς, καὶ ὁ Πέτρος οὕτως ἐγένετο ὁ πρωτὸς Πάπας.
Ἐν τῷ μέσῳ αἰῶνι οἱ Ὀρθόδοξοι λεγόμενοι Χριστιανοὶ τὴν Ἐκκλησίᾱν ἀπέλιπον· αὐτοῖς γὰρ οὐκ ἠρέσκεν, ὅτι ὁ Πάπας ἐν τῇ τῆς Νικαίᾱς ὁμολογίᾳ τοὺς λόγους καὶ ἐκ τοῦ Υἱοῦ (Ῥωμαϊστὶ Filioque) προσέγραψεν.
Ἐν τῷ καινῷ αἰῶνι πολλοὶ δὴ Προτεσταντικοὶ ἐπικαλούμενοι Χριστιανοὶ τὴν Ἐκκλησίᾱν ἀπέλιπον, ὅτι ὁ Μαρτῖνος Λούθηρος τὴν Ἐκκλησίᾱν μάλιστα ἐμέμφετο.
Ἐν τῷ ἔτει 1970 ἡ Καθολικὴ Ἐκκλησίᾱ τὴν γλῶσσαν τὴν τῆς λειτουργίᾱς καὶ τοὺς αὐτῆς λόγους μετέβαλε καὶ ἤρξατο τὴν λειτουργίᾱν πολλάκις ἐν τῇ τῶν νῦν γλώσσῃ ἑορτάζειν.
Ἐξωτερικὸς ξύνδεσμος
[edit | edit source]