Wp/grc/Ἰουστῖνος ὁ Μάρτυρ

From Wikimedia Incubator
< Wp‎ | grc
Wp > grc > Ἰουστῖνος ὁ Μάρτυρ
[ Κοινῇ ] [ Ἰωνικῇ ]
Ἰουστῖνος ὁ Μάρτυρ

Ἰουστῖνος ὁ Μάρτυρ ἦν χριστιανὸς ἅγιος. Γέγονε 100 μετὰ Χριστόν και ἀπέθανεν ἐν τῷ ἐνιαυτῷ 165.

Ἰουστῖνος, φιλόσοφος, καὶ τῷ σχήματι τῶν φιλοσόφων χρώμενος, ἀπὸ τῆς Νεαπολιτῶν ἐπαρχίας τῆς Παλαιστίνης, ἐκ πατρὸς Πρίσκου τοῦ Βακχίου. οὗτος ὑπὲρ τῆς θρησκείας τῶν Χριστιανῶν πάνυ ἐκοπίασεν, ὥστε καὶ Ἀντωνίνῳ, τῷ ἐπίκλην Πίῳ, καὶ τοῖς τούτου υἱέσι καὶ τῇ συγκλήτῳ Ῥωμαίων βίβλον κατὰ τῶν ἐθνῶν συνταγεῖσαν ἐπιδοῦναι. ἔγραψε καὶ ἑτέραν βίβλον, ἣν καὶ ἐπέδωκε τοῖς Ἀντωνίνου διαδόχοις, τουτέστι Μάρκῳ Ἀντωνίνῳ καὶ Λουκίῳ Αὐρηλίῳ Κομόδῳ. ἔστι καὶ ἄλλη αὐτοῦ βίβλος κατὰ τῶν ἐθνῶν, ἐν ᾗ περὶ τῆς φύσεως τῶν δαιμόνων διαλέγεται: καὶ τετάρτη βίβλος ὁμοίως κατὰ τῶν ἐθνῶν, ἣν ἐπέγραψεν Ἔλεγχος: καὶ ἄλλην Περὶ τῆς τοῦ θεοῦ μοναρχίας. καὶ ἄλλην, ἣν ὠνόμασε ψάλτην, καὶ ἑτέραν Περὶ ψυχῆς: διάλογόν τε κατὰ τῶν Ἰουδαίων, ὃν ἐσχεδίασε κατὰ Τρύφωνος, ἀρχηγοῦ τῶν ἐν Ἐφέσῳ Ἰουδαίων. οὐ μὴν ἀλλὰ καὶ κατὰ Μαρκίωνος ἐπίσημα τεύχη ἐξέδωκε: καὶ ἄλλην βίβλον κατὰ πασῶν τῶν αἱρέσεων, ἧς μέμνηται ἐν τῷ Ἀπολογητικῷ, ὃ ἐπέδωκεν Ἀντωνίνῳ τῷ Πίῳ. οὗτος ἐν τῇ Ῥώμῃ ἔχων τὰς διατριβάς, εὐθύνων Κρίσκην τὸν Κυνικὸν τὸν κατὰ τῶν Χριστιανῶν βλασφημοῦντα καὶ καλῶν αὐτὸν λαίμαργον ἄσωτόν τε καὶ ἀκόλαστον καὶ τὸν θάνατον φοβούμενον.

ἐξωτερικοὶ σύνδεσμοι[edit | edit source]

PROS TRUFWNA IOUDAION DIALOGOS Philippe Bobichon I Philippe Bobichon II