Wp/grc/Ἁδριανούπολις
Ἡ Ἁδριανούπολις (Τουρκιστί: Edirne) πόλις ἐστὶ τῆς Τουρκίας. Πρόσθεν δὲ πόλις Ἑλληνικὴ ἦν. Ἔτι τῷ 1881, κατὰ τὴν Ὀθωμανικὴν ἀπογραφήν, ᾤκουν ἐν Ἁδριανουπόλει 77.830 Ἕλληνες, 30.921 Βούλγαροι, 3.841 Ἀρμένιοι καὶ 8.918 Ἰουδαῖοι ἅμα 117˙208 Τούρκοις. Τῷ 2022 ἔχει ἡ Ἁδριανούπολις 180.002 πολίτας (πάντας σχεδὸν Τούρκους).
Ἱστορία
[edit | edit source]Ἐν τῷ τῶν Ῥωμαίων χρόνῳ, Ἁδριανός, Ῥωμαίων βασιλεὺς καὶ ἡγεμών, ἐν Ὀρεστίᾳ πόλιν ἵδρυσε, ὀνόματι Ἀδριανούπολις Ἑλληνιστί. Πρώτιστον τὸ ὄνομα τῆς πόλεως Ὀδρύσα ἦν, ἐκ τῶν Θρᾳκῶν βασιλέων.
Πολλῶν μαχῶν πεδίον ἐγίνετο ἡ πόλις. Οἱ πολέμιοι Ῥωμαῖοι, Τοῦρκοι, Βούλγαροι ἦσαν. Μετὰ δὲ τὰς Μουδανίων σπονδάς, ἔπεσε ἡ πόλις ὑπὸ τὰς τῶν Τούρκων χεῖρας ἐν τῷ ἔτει 1922.
Σύνδεσμοι Ἐξώτεροι
[edit | edit source]
|
Ἰδὲ τὰς εἰκόνας καὶ τὰ κοινὰ τὰ ἄλλα περὶ τῆς Άδριανούπολεως |
- Ό σύνδεσμος τῆς πόλεως (Τουρκιστί)