Wp/grc/Ἁγίαι Ξανθίππη καὶ Πολυξένη

From Wikimedia Incubator
< Wp‎ | grcWp > grc > Ἁγίαι Ξανθίππη καὶ Πολυξένη

Ξανθίππη καὶ Πολυξένη εἰσὶν ἅγιαι τῆς Ἱσπανίας, αἳ ἑορτάζονται τῇ 23 Σεπτεμβρίου.

Αἱ ἅγιαι Ξανθίππη καὶ Πολυξένη (Μηνολόγιον τοῦ Βασιλείου Βουλγαροκτόνου).
Ἡ ἁγία Ξανθίππη

Βιώσασαι ἐπὶ Κλαυδίου Καίσαρος Ῥωμαίων, ἡ μὲν Ξανθίππη ἡ γυνὴ τοῦ ἄρχοντος τῆς Ἱσπανίας Πρόβου ἦν, ἡ δ’ ἀδελφὴ αὐτῆς Πολυξένη παρθένος. Ἀπελθόντος δ’ εἰς τὴν Ἱσπανίαν ἀποστόλου Παύλου, ἀκούσασα ἡ Ξανθίππη τῶν λόγων περὶ Χριστοῦ καὶ κατηχηθεῖσα ὑπ’ αὐτοῦ εἰς τὴν πίστιν. Ἔπειτα καὶ πρῶτον ἐβαπτίσθη ἐν τῇ Ἱσπανίᾳ. Ὕστερον δὲ τὸν ἄνδρα αὐτῆς Πρόβον ἔπεισε γενέσθαι χριστιανόν. Ὁμοίως καὶ ἡ ἀδελφὴ Πολυξένη ἐδιδάχθη παρὰ τοῦ αὐτοῦ ἀποστόλου. Μετὰ τὴν ὑποχώησιν Παύλου ἀκούσασα Πολυξένη τὸν μέγαν ἀπόστολον Ἀνδρέαν κηρύττειν ἐν τῇ ἐπαρχίᾳ τῆς Ἀχαΐας ἀπῆλθε πρὸς τοῦτον καὶ τελεώτερον μαθοῦσα τὰ περὶ τοῦ Χριστοῦ ἐβαπτίσθη. Ὑποστρέψασα δὲ πάλιν εἰς τὴν πατρίδα αἱ ἀμφότεραι ἀδελφαὶ πολλοὺς ἐδίδαξαν καὶ ἐν εἰρήνῃ ἐτελειώθησαν.

Πηγαί[edit | edit source]

[1] (σελίς 63).