Wp/grc/Ἀγαθοκλῆς ὀ Συρακούσιος

From Wikimedia Incubator
< Wp‎ | grc
Wp > grc > Ἀγαθοκλῆς ὀ Συρακούσιος

Ἀγαθοκλῆς ὀ Συρακούσιος ἐγένετο τύραννος καὶ, ὥς φησι Τίμαιος, κατὰ τὴν πρώτην ἡλικίαν κοινὸς πόρνος, ἕτοιμος τοῖς ἀκρατεστάτοις, κολοιὸς, τριόρχης, πάντων τῶν βουλομένων τοῖς ὄπισθεν ἔμπροσθεν γεγονώς. ὃς ὅτε ἀπέθανε, τὴν γυναῖκα φησὶ κατακλαιομένην αὐτὸν οὕτω θρηνεῖν: τί δ' οὐκ ἐγὼ σέ; τί δ' οὐκ ἐμὲ σύ; ὅτι δὲ ἐκ φύσεως ἀνάγκη μεγάλα προτερήματα γεγονέναι περὶ τὸν Ἀγαθοκλέα, τοῦτο δῆλον. εἰς γὰρ τὰς Συρακούσας παρεγενήθη φεύγων τὸν τροχὸν, τὸν καπνὸν, τὸν πηλὸν, περί τε τὴν ἡλικίαν ὀκτωκαίδεκα ἔτη γεγονὼς, καὶ μετά τινα χρόνον ὁρμηθεὶς ὑπὸ τοιαύτης ὑποθέσεως, κύριος μὲν ἐγενήθη πάσης Σικελίας, μεγίστοις δὲ κινδύνοις περιέστησε Καρχηδονίους, τέλος ἐγγηράσας τῇ δυναστείᾳ, κατέστρεψε τὸν βίον βασιλεὺς προσαγορευόμενος.[1]

Ὑποσημειώσεις[edit | edit source]

  1. Ἀγαθοκλῆς, Suda Online - stoa.org