Wp/grc/Ἀβραάμ
Ὄ πρῶτος ἐν πατριάρχαις: εἰς ὃν ἀπεσεμνύνετο δῆμος ὁ τῶν Ἑβραίων τὸ πρότερον, πρὶν ἢ θεοῦ ἀποσκιρτῆσαι καὶ γενέσθαι τούτου ἀλλότριοι καὶ τὸ τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ αἷμα ἐφ' ἑαυτοὺς ἐπισπάσασθαι. οὗτος ἐκ μὲν τῆς Χαλδαίων γῆς ὑπῆρχεν ὁρμώμενος, τῶν περὶ τὰ μετέωρα καὶ τοὺς ἀστέρας τὸν βίον ὅλον καταναλισκόντων. ἀσκηθεὶς οὖν κατὰ τὸν πάτριον νόμον τὰς τῶν ἐπουρανίων ἀστέρων κινήσεις καὶ στοχασάμενος ὡς οὐκ ἐν τούτοις ἵσταται τὸ μεγαλουργὸν τῆς φαινομένης ταυτησὶ κτίσεως, ἀλλ' ἔχει τινὰ τὸν δημιουργὸν τὸν καὶ κινοῦντα καὶ διευθύνοντα τὴν ἐναρμόνιον τῶν ἀστέρων πορείαν καὶ τοῦ κόσμου παντὸς τὴν κατάστασιν, καὶ διὰ τοῦ μεγέθους καὶ τῆς καλλονῆς τῶν κτισμάτων τὸν γενεσιουργὸν αὐτῶν, ὡς ἐνῆν, θεωρήσας οὐκ ἔστη μέχρι τούτων, οὐδὲ τὴν ἔφεσιν εἰς ταῦτα κατεδαπάνησεν, ἀλλὰ τῶν οὐρανίων ἁψίδων ὑπεραρθεὶς καὶ πᾶσαν διαβὰς τὴν νοητήν τε καὶ ὑπερκόσμιον σύμπηξιν οὐκ ἀπέστη τοῦ ζητουμένου, ἕως οὗ ὁ ποθούμενος ἑαυτὸν αὐτῷ ἐφανέρωσε τύποις τε καὶ μορφώμασιν, οἷς ἑαυτὸν ἐμφανίζει ὁ ἀφανὴς καὶ ἀόρατος. καὶ μετανάστην αὐτὸν ἐκ τῆς πατρίδος λαβὼν ἐπὶ τὴν Χανανῖτιν κατέστησε, τὸν ἐνενηκοστόν που καὶ ἔνατον ἤδη χρόνον παρέλκοντα: καὶ ἄπαιδα μέχρι τότε τυγχάνοντα γεννήτορα τοῦ θαυμασίου καὶ μάκαρος κατέ- στησεν Ἰσαὰκ, ἵν' ἔχοι μονογενῆ υἱὸν καὶ πρωτότοκον, τοῦ μονογενοῦς καὶ πρωτοτόκου μυστικὴν εἰκόνα προδιαγράφοντα: τοῦτο γέρας αὐτῷ κατ' ἐξαίρετον χαρισάμενος, τὸ δοῦλον καὶ φίλον καὶ πατέρα χρηματίσαι τοῦ μονογενοῦς υἱοῦ κατὰ σάρκα, τοῦ τὸν κόσμον ὅλον δημιουργήσαντος. οὗτος εὗρε μὲν ἱερὰ γράμματα καὶ γλῶσσαν ἐμηχανήσατο, ἧς Ἑβραίων παῖδες ἐν ἐπιστήμῃ ἐτύγχανον, ὡς ὄντες τούτου μαθηταὶ καὶ ἀπόγονοι. ἐκ τούτου καὶ τὰ Ἑλλήνων γράμματα τὰς ἀφορμὰς ἔλαβον, κἂν ἄλλως καὶ ἄλλως ἑαυτοὺς διαπαίζοντες ἀναγράφωσιν Ἕλληνες. καὶ τούτου μαρτύριον ἡ τοῦ Ἄλφα φωνὴ τοῦ πρώτου στοιχείου καὶ ἄρχοντος, ἀπὸ τοῦ Ἄλεφ Ἑβραίου λαβόντος τὴν ἐπίκλησιν τοῦ μακαρίου καὶ πρώτου καὶ ἀθανάτου ὀνόματος. ἐκ τούτου καὶ τὰ ὀνείρων βιβλία ἐσφετερίσαντο Ἕλληνες. καὶ μάρτυς Ἰωσὴφ ὁ πανθαύμαστος ὁ τούτου ἀπόγονος, ὁ τοῦ Φαραὼ τὰ ἐνύπνια ὡς ἔμελλον ἀποβήσεσθαι διηγούμενος. τοῦτό μοι καὶ Φίλων, ἐξ Ἑβραίων φιλόσοφος, ἐν τῷ τοῦ Πολιτικοῦ βίῳ συνεπιμαρτυρήσεται, Φίλων, περὶ οὗ ἐρρήθη, Φίλων πλατωνίζει, καὶ Πλάτων φιλωνίζει.[1]
Ὄτι ἤρξατο ἡ εἰδωλολατρεία ἀπὸ Σεροὺχ ἕως τῶν χρόνων Θάρρα τοῦ πατρὸς Ἀβραάμ. ὃς Ἀβραὰμ ὑπάρχων ἐτῶν ιδ# καὶ θεογνωσίας ἀξιωθεὶς ἐνουθέτει τὸν πατέρα αὐτοῦ, λέγων: τί πλανᾷς τοὺς ἀνθρώπους διὰ κέρδος ἐπιζήμιον [τουτέστι τὰ εἴδωλα]; οὐκ ἔστιν ἄλλος θεὸς εἰ μὴ ὁ ἐν τοῖς οὐρανοῖς, ὁ καὶ πάντα τὸν κόσμον δημιουργήσας. ὁρῶν γὰρ τοὺς ἀνθρώπους κτισματολατροῦντας διήρχετο διαπονούμενος καὶ τὸν ὄντως ὄντα θεὸν ἐκζητῶν ἐκ φιλοθέου καρδίας. ὁρῶν δὲ τὸν οὐρανὸν ποτὲ μὲν λαμπρὸν, ποτὲ δὲ σκοτεινὸν, ἔλεγεν ἐν ἑαυτῷ: οὐκ ἔστιν οὗτος θεός. ὁμοίως καὶ τὸν ἥλιον καὶ τὴν σελήνην, τὸν μὲν ἀποκρυπτόμενον καὶ ἀμαυρούμενον, τὴν δὲ φθίνουσαν καὶ ἀπολήγουσαν, ἔφησεν: οὐδ' οὗτοί εἰσι θεοί. καὶ μέντοι καὶ τὴν τῶν ἀστέρων κίνησιν, ἐκ τοῦ πατρὸς γὰρ ἐπαιδεύετο τὴν ἀστρονομίαν, καὶ ἀπορῶν ἐδυσχέραινεν. ὤφθη δὲ αὐτῷ ὁ θεὸς καὶ λέγει αὐτῷ: ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου. καὶ λαβὼν τὰ εἴδωλα τοῦ πατρὸς καὶ τὰ μὲν κλάσας τὰ δὲ ἐμπυρίσας ἀνεχώρησε μετὰ τοῦ πατρὸς ἐκ γῆς Χαλδαίων: καὶ ἐλθόντος εἰς Χαρρὰν, ἐτελεύτησεν ὁ πατὴρ αὐτοῦ. καὶ ἐξελθὼν ἐκεῖθεν ἐν λόγῳ Κυρίου ἦλθε σὺν τῇ γυναικὶ Σάρρᾳ καὶ τῷ ἀνεψιῷ Λὼτ μετὰ πάσης αὐτῶν τῆς ἀποσκευῆς εἰς τὴν ὀφειλομένην γῆν Χαναὰν, ἣν οἱ Χαναναῖοι τυραννικῶς ἀφελόμενοι ᾤκησαν. λιμοῦ δὲ γενομένου καταλιπὼν τὴν Χαναναίων γῆν εἰς Αἴγυπτον ἀπῄει, οὗ τὴν γυναῖκα Σάρραν Ἀβιμέλεχ ἥρπασεν ὁ βασιλεύς. τοῦτον ὁ θεὸς ἐκδειματώσας καὶ πάρεσιν τῶν μελῶν ἐπάξας, ἀπόδος, ἔφη, τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ καὶ ζήσεις. [1]
Εἰ δὲ μὴ ἀποδῷς, γνῶθι ὅτι ἀποθανῇ σὺ καὶ τὰ σὰ πάντα. καὶ οὕτως ἀπολαβὼν τὴν γυναῖκα ἀμίαντον καὶ προσευξάμενος ἰαθῆναι ἐποίησε τῆς παρέσεως Ἀβιμέλεχ καὶ τὸν οἶκον αὐτοῦ. ἔκτοτε τιμῶν αὐτὸν ὁ βασιλεὺς καὶ προσέχων τοῖς ὑπ' αὐτοῦ λεγομένοις, διδάσκαλος εὐσεβείας καὶ πολυπειρίας Αἰγυπτίοις ἐγένετο. ὁ αὐτὸς Ἄβραμ ὑποστρέφων ἐκ τοῦ πολέμου τῆς εὐλογίας τοῦ Μελχισεδὲκ κατηξίωται, τοῦ βασιλέως Σαλὴμ, ὃς ἐξήνεγκεν αὐτῷ ἄρτους καὶ οἶνον. ἦν δὲ καὶ ἱερεὺς τοῦ Ὑψίστου. καὶ ἔδωκεν αὐτῷ Ἄβραμ δεκάτην ἀπὸ πάντων. ἦν δὲ ὁ Μελχισεδὲκ ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, ἀφωμοιωμένος τῷ υἱῷ τοῦ θεοῦ. τῷ δὲ Ἄβραμ ἀτεκνίαν ὀλοφυρομένῳ καθ' ὕπνους ἐπιδείξας ὁ θεὸς τοὺς ἀστέρας κατὰ τὸ πλῆθος αὐτῶν ἔσεσθαί οἱ τὸ σπέρμα προεδήλου. ὁ δὲ ἐπίστευσε τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. ἡ δὲ Σάρρα στεῖρα οὖσα συνεχώρησεν Ἄβραμ ἀπὸ τῆς παιδίσκης παιδοποιήσασθαι: καὶ ἴσχει τὸν Ἰσμαήλ. ἐνενήκοντα δὲ καὶ ἐννέα ἐτῶν ὄντι τῷ Ἄβραμ ἐπιφανεὶς ὁ θεὸς Ἀβραὰμ μετωνόμασεν: Ἄβραμ γὰρ πρώην ὠνομάζετο: ὁμοίως καὶ τὴν Σάραν Σάρραν, προσθεὶς καὶ ἕτερον ρ. καὶ περιέτεμε τὸν Ἰσμαὴλ καὶ πάντας τοὺς ἐξ αὐτοῦ. Κύριος δὲ τῷ Ἀβραὰμ ἐπιξενωθεὶς ἐπηγγείλατο τέξεσθαι Σάρραν αὐτῷ παῖδα. ἡ δὲ ἐμειδίασε, καὶ Ἰσαὰκ τὸ γεννηθὲν προσηγορεύθη, φερωνύμως τῷ μεθ' ἡδονῆς γέλωτι κατὰ τὴν Ἑβραί̈δα διάλεκτον. καὶ Ἀβραμιαῖος: ὁ ἀπόγονος Ἀβραὰμ, ἢ γιγαντιαῖος, ἱεροπρεπής. [1]