Jump to content

Wp/grc/Τὼ δεινοτάτα προσβολά ἐν τῷ τοῦ Βόστον Μαραθῶνι

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Τὼ δεινοτάτα προσβολά ἐν τῷ τοῦ Βόστον Μαραθῶνι
Ἡ θέσις τοῦ πρώτου δεινοτάτοῦ

Δεινοτάτης προσβολῆς ἐν τῷ τοῦ Βόστον Μαραθῶνι γενομένης περὶ ἧς πάντες ἀκηκόαμεν, ἐν ᾗ τρεῖς ἄνθρωποι ἀπέθανον καὶ διακόσιοι ἐτρώθησαν, οἱ φύλακες, τὰ κινηματογραφικὰ τεκμήρια ἐκείνης τῆς ἀγυιᾶς ἐξετάσαντες, ταχέως ἐπύθοντο οἵτινες τοῦτο ποιήσαιεν, ἐξῆν γὰρ ἐν τοῖς τεκμηρίοις δύο ἀνθρώπους σάκους φέροντας ἰδεῖν καὶ τοὺς σάκους χαμᾶζε ἐπιτιθέντασ· δύο ἀδελφοὶ οἳ ἐκ τῆς Τζετζενίας ἀφικὀμενοι ἐν ταῖς ΗΑΠ ᾤκουν (ὁ τῆς Τζετζενίας φερέφωνος λέγει ὅτι οὗτοι οἱ ἄνθρωποι ἤδη πάλαι ἐκ τῆς Τζετζενίας ἀπῴκησαν)· αὐτοὺς δὲ ταχέως ηὗρον καὶ ἐν τῷ ΜΙΤ (Τεχνολογικῷ Ἰνστιτούτῳ Μασσαχουσέτης ) ἐνεκυκλώσαντο (ἐκεῖ ἐν καπηλείῳ τινὶ ἔτυχον χρήματα κλέψαντες )· ὁ μὲν τοῖς φύλαξι μαχόμενος ἀπέθανεν, ὅμως δὲ οὐκ ἐξῆν τὸν ἁλλον καταλαβεῖν, οὗτος δὲ ἀπέφυγεν, ἀλλὰ τοὺς φύλακας οὐκ ἔλαθε τετρωμένος ὤν.

οἱ φύλακες ᾔδησαν μὲν ἐν ᾧτινι δήμῳ ὁ τρομοκράτης κρυπτὸς ἔκειτο, τὸν δὲ ἀκριβῆ τόπον ἠγνόουν. πάντων μὲν οἴκημα κατὰ οἴκημα ἐξεταζόντων, πολίτης τις τοῦ δήμου αἷμα ἰδὼν ἐν κήπῳ τοὺς φύλακας ὡς τάχιστα παρεκάλεσεν, τῶν δὲ φυλάκων ἀφικομένων ὁ τρομοκράτης εἰς μὲν πλοῖόν τι ἐν ἐκείνῳ τῷ κήπῳ κείμενον ἑκρύψατο, αἰσθόμενος δὲ ὅτι οὐκ ἐξείη αὖθις ἀποφυγεῖν ἑαυτὸν τοῖς φύλαξι παρέδωκεν.


Ἐξωτερικοὶ σύνδεσμοι

[edit | edit source]

http://www.akwn.net/ (Ἑλληνική)

Οὐικικοινά
Ἰδὲ τὰς εἰκόνας καὶ τὰ κοινὰ τὰ ἄλλα περὶ Τὼ δεινοτάτα προσβολά ἐν τῷ τοῦ Βόστον Μαραθῶνι