Jump to content

Wp/grc/Τηθύς (δορυφόρος)

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Τηθύς (δορυφόρος)
Ἡ Τηθύς

Τηθύς εἷς τῶν ἑξήκοντα καὶ δύο δορυφόρων τοῦ Κρόνου ἐστίν καὶ ὁ πέμπτος τὸ μέγεθος. Ὤφθην τὸ πρῶτον ὑπὸ τοῦ Τζιοβάνι Ντομένικο Κασίνι τῇ 21ῃ Μαρτίου τοῦ 1684 καὶ ἡ μέση διάμετρος τῆς ἐπιφανείας ἐστὶ 1.066 χιλιόμετρα, ἡ δὲ ἀπόστασις ἀπὸ τοῦ Κρόνου περὶ τὰ 294.619 χιλιόμετρα. Ἔνιοι καλοῦσι τοῦτον τὸν δορυφόρον χρώμενοι τῷ ὀνόματι «Κρόνος III», αἰτίᾳ δὲ αὐτῷ τὸ εἰθισμένον ὑπὸ τῶν ἀστρονόμων ὀνομαίνειν καθ' ἕνα ἕκαστον πλανήτην, ἢ καθόλου εἰπεῖν οὐράνιον σῶμα, τῷ αὔξοντι ἀριθμῷ τῆς ἀποστάσεως ἀπὸ τοῦ πλανήτου ἀμφ' οὗ περιβαίνει. Τοῦτο μὲν γὰρ ἐπεὶ τοῖς τότε ἀστρονόμοις ἔδοξε τρίτον κατὰ σειρὰν γεγονότα, ὃ νῦν ἴσμεν αὐτόχρημα ψεῦδός ἐστιν.

Σύγκειται καθόλου ὑπὸ πάγου καὶ ἔξεστιν ἰδεῖν ἐν τῇ ἐπιφανείᾳ αὐτοῦ πολλούς τε κρατῆρας καὶ ὄρη, ἄλλως τε ὁ μέγιστος κρατὴρ κέκληται «Ὀδυσσεύς» ἔχων διάμετρον Υ´ χιλιόμετρα. Ἄγαν θαυμαστόν γε θέαμα νομίζεται καὶ ἡ φάραγξ ὀνόματι «Χάσμα τῆς Ἰθάκης», ἣ τὸ μῆκος ὑπερβαίνει τὰ ι´ χιλιόμετρα καὶ τὸ βάθος τὰ ε´, διερχομένη τὰ τρία μέρη (3/4) πάσης τῆς ἐπιφανείας τοῦ δορυφόρου! Εἰκάζεται τὸ μέγα τοῦτο χάσμα γενέσθαι ὅτε τὸ ἔνδον ὕδωρ ἐγένετο πάγος, τοιγαροῦν τὸν ὄγκον μείζονα ὄντα καὶ διαῤῥηγνύντα τὴν ἐπιπολήν τὸ ἄξιον θαυμάσαι τοῦτο θέαμα ἀνεφάνη.

Έξωτερικοι σύνδεσμοι

[edit | edit source]



[[bg:Тетида (спътник)]]