Jump to content

Wp/grc/Ταραχαὶ ἐν τῇ Βραζιλίᾳ

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Ταραχαὶ ἐν τῇ Βραζιλίᾳ
Ταραχὴ ἐν τῷ Ῥίο δ. Ἰανείρο

Διατελεῖ ἡ ταραχὴ ἐν τῇ Βραζιλίᾳ· ἐν μὲν τῷ Σάο Πάολο διαδηλωτής τις ἀπέθανεν, ἐν δὲ τῷ Ῥίο δ. Ἰανείρο τέτταρες πολῖται ἐτρώθησαν. ἡ ταραχὴ ἤρξατο ἅτε τῶν ἐν τέλει ἀγγειλάντων ὅτι τὸ τίμημα τὸ τῶν εἰς τὰ λεωφορεία εἰσιτηρίων αὐξάνειν ἐν νῷ ἔχοιεν· τοῦτο δὲ τὸ ἄγγελμα ἀκούσαντες, οἱ πολῖται εὐθὺς ἀντέστησάν τε καὶ διαδηλώσεις παρεσκεύασαν. τούτων οὕτως ἐχόντων, ἔδοξε μὲν τοῖς ἐν τέλει τὰ τιμήματα μὴ αὐξάνειν, φοβουμένοις μὴ ἡ ταραχὴ ἤδη ἐν ταῖς ἀγυιαῖς παροῦσα χειρίων γένοιτο, ὅμως δέ, καίπερ τῶν ἐν τέλει τοῦτο ταχέως εἰπόντων, ἡ ταραχὴ τέλος οὐκ εἶχεν.

ἐν μὲν τῷ Σάο Πάολο ἡ διαδήλωσις ἐν ἡσυχίᾳ ἐγένετο, ἐν δὲ τῷ Ῥίο δ. Ἰανείρο βίᾳ ἐχρήσαντο οἵ τε διαδηλωταὶ καὶ οἱ φύλακες, ἔστι δὲ ἐν τῷ Σάο Πάολο οὗ νεανίας τις ἀπέθανεν, οὐ μὲν ὑπὸ τῶν φυλάκων, αὐτοκινητῷ δὲ κατὰ τύχην, ὅτε ἔτυχε διαδηλώσει τινὶ παρών. ἐν δὲ τῷ Ῥίο δ. Ἰανείρο ἡ διαδήλωσις μάχη ἐγένετο, πρῶτον μὲν τῶν φυλάκων τοῖς διαδηλοταῖς ἐπιτιθεμένων, ἔπειτα δὲ τῶν διαδηλωτῶν ἀλλήλοις ἐπιτιθεμένων, οἱ γὰρ πλεῖστοι τῶν πολιτῶν ἐβούλοντο πολιτικὰ κόμματα ταῖς διαδηλώσεσι μὴ παρεῖναι, ἔνιοι δὲ σημεῖα κομμάτων φέροντες ἥκοντο.

καὶ δὴ καὶ οἱ διαδηλωταὶ τῷ Παγκοσμίῳ Ποδοσφαίρου Κυπέλλῳ ἐνέστησαν ὃ ἐν τῇ Βραζιλίᾳ γενήσεται, μέμφονται γὰρ ὅτι τῆς χώρας οἰκονομικὰ προβλήματα ἐχούσης ἡ ἀρχὴ τοσαῦτα χρήματα τούτῳ ἀναλώσει.

Οὐικικοινά
Ἰδὲ τὰς εἰκόνας καὶ τὰ κοινὰ τὰ ἄλλα περὶ Ταραχές ἐν τῇ Βραζιλίᾳ

Ἐξωτερικοὶ σύνδεσμοι

[edit | edit source]