Jump to content

Wp/grc/Ταραχαί τῶν Τουρκιῶν

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Ταραχαί τῶν Τουρκιῶν
File:2013 Taksim Gezi Park protests (15th June).jpg
Τὸν παράδεισον Γέζι

Οἱ Τοῦρκοι πολῖται οἳ τὸν παράδεισον Γέζι ἐν τῷ τῆς Κωνσταντινουπόλεως κέντρῳ κατέχουσι διαβεβαιοῦνται ὅτι τῷ Ἐρδογᾶν οὐ πείσονται καὶ ὅτι ἐκεῖθεν ἀπελθεῖν ἐν νῷ οὐκ ἔχουσιν. ὁ Ἐρδογᾶν, ὃς ταύτης τῆς στάσεως ἀρχομένης ἔτυχε διὰ τοῦ Μαγρὲβ πορευόμενος, ἐπανῆλθε χθὲς πρὸς τὴν Κωνσταντινούπολιν καὶ τοὺς ἑαυτῷ ἐπικουροῦντας συγκαλέσας ἀγορεύων τοὺς στασιώτας ἀπῄτησε μὲν τῇ στάσει τέλος ἐπιθεῖναι, ᾐτιάσατο δὲ λῃστείας.

ἡ στάσις ἤρξατο ἅτε τοῦ Ἐρδογᾶν οἰκήματά τινα ἐν τῷ παραδείσῳ Γέζι οἰκοδομεῖν ἐν νῷ ἔχοντοσ· οἱ μὲν πολῖται, περὶ τοῦτο αἰσθόμενοι, ἐνέστησαν καί, ὅ τι ἀεὶ ποιοῦσιν ἐπειδὰν τοῖς ἀρχομένοις ἐνιστῶνται, πρὸς τὴν Ταξῖμ ἀγορὰν πανταχοῦ ῥέοντες συνῆλθον· τῶν δὲ φυλάκων ἀφικομένων μέν εἰς τὴν ἀγοράν, βουλομένων δὲ τοὺς ἐκεῖ μένοντας ἐκ τῆς ἀγορᾶς ἐξελαύνειν βουλομένων, μάχη ἐγένετο καὶ τέτταρες μὲν ἄνθρωποι ἀπέθανον (τρεῖς στασιῶται καὶ εἷς φύλαξ), τετρακισχίλιοι δὲ ἐτρώθησαν (μόνον τριακόσιοι κατὰ τὸν τῆς ἀρχῆς φερέφωνον). ἔπειτα δὲ αἱ ἐνστάσεις διὰ τῶν ἄλλων τῆς πόλεως δήμων ἐσκεδάσαντο.

δεῖ νῦν μένειν καὶ θεᾶσθαι ὅ τι ὁ Ἐρδογᾶν ποιήσει, τῶν πολιτῶν προκαλουμένων.

Ἐξωτερικοὶ σύνδεσμοι

[edit | edit source]