Jump to content

Wp/grc/Παρμενίδης

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Παρμενίδης
Ραφαήλ: ἡ μίμησις τοῦ Παρμενίδου ἐν Τὸ τῶν Ἀθῆνῶν γυμνάσιον (1510-1511)


Παρμενίδης (ἐγένετο περὶ 540/535 π.Χ., ἀπέθανε περὶ 483/475 π.Χ.) φιλόσοφος εὐδόκιμος ἦν. Τὸν Πλάτωνα ἐκίνησεν, διὸ τὸ ἔργον αὑτοῦ περὶ φύσεως μέχρι τοῦ ἡμετέρου χρόνου ἀναγιγνώσκεται.

Περὶ τῆς τοῦ φιλοσόφου ἥβης καὶ παιδείας

[edit | edit source]

Παρμενίδης ἐν Ἐλέᾳ γέγονε καὶ μαθητὴς τοῦ Ξενοφάνους ἦν.

Περὶ φύσεως

[edit | edit source]

Περὶ φύσεως τὸ οἶον αὑτοῦ ἔργον ἐστίν. Πλεῖστα μέρη τοῦ διδασκαλικοῦ ποιήματος ἑξαμέτρων ἐπῶν ὑπὸ τοῦ Σιμπλικίου παραδέδοται. Παρμενίδης διδάσκει τὴν φύσιν μὲν εἶναι, ἡμᾶς δὲ γιγνώσκειν οὐ δυνάναι, ὁποίαν ἐστίν. Ἃ ἡμᾶς περὶ τῆς φύσεως εἰδέναι ἡγούμεθα πάντα φαντάσματά ἐστιν. Αἵδε αἱ θέσεις ὕστερον ἐποίησαν τὸν Πλάτωνα φάναι εἴδη τῶν χρημάτων μόνα εἶναι καὶ αἰώνια, ἀκίνητα καὶ ἀφανῆ εἶναι.