Jump to content

Wp/grc/Παλλαδᾶς

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Παλλαδᾶς

Παλλαδᾶς Χαλκιδεὺς ὁ Μετέωρος, ποιητὴς ἐν Ἀλεξανδρείᾳ τετάρτου τε καὶ πέμπτου αἰῶνος μ.Χ., ἐθνικὸς, λεπτογνώμονα σκωπτικὰ ἐπιγράμματα τέτευχεν. Νεοέλληνα δ᾽ εὐδόκιμον ποιητὴν Κ. Καβάφην (♦) εἰκότως ἐμπέπνευκεν.

᾽Επιγράμματα ἐκλεκτά

[edit | edit source]

Εἰ τό φέρον σέ φέρει, φέρε καί φέρου˙ εἰ δ’ ἀγανακτεῖς,
καί σαυτόν λυπεῖς καί τό φέρον σέ φέρει.
(Παλ. Ανθ. Χ 73)

Πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου.
(Παλ. Ανθ. Χ 32)

Σκηνὴ πᾶς ὁ βίος καὶ παίγνιον: ἢ μάθε παίζειν,
τὴν σπουδὴν μεταθείς, ἢ φέρε τὰς ὀδύνας.
(Παλ. Ανθ. Χ 72)

῏Ω τῆς μεγίστης τοῦ φθόνου πονηρίας˙
τόν εὐτυχῆ μισεῖ τις, ὃν θεὸς φιλεῖ.
Οὕτως ἀνόητοι τῷ φθόνῳ πλανώμεθα,
οὕτως ἑτοίμως μωρίᾳ δουλεύομεν.
Ἕλληνες ἐσμέν ἄνδρες ἐσποδωμένοι,
νεκρῶν ἔχοντες ἐλπίδας τεθαμμένας˙
ἀνεστράφη γὰρ πάντα νῦν τὰ πράγματα.
(Παλ. Ανθ. Χ 90)

Τοῦτο βίος͵ τοῦτ΄ αὐτό· τρυφὴ βίος· ἔρρετ΄͵ ἀνῖαι.
ζωῆς ἀνθρώποις ὀλίγος χρόνος. ἄρτι Λυαῖος͵
ἄρτι χοροὶ στέφανοί τε φιλανθέες͵ ἄρτι γυναῖκες.
σήμερον ἐσθλὰ πάθω͵ τὸ γὰρ αὔριον οὐδενὶ δῆλον.
(Παλ. Ανθ. V 72)

᾿Αχρὰς ἔην· θῆκας σέο χερσὶ μυρίπνοον ὄχνην
δένδρῳ πτόρθον ἐνείς· σὴν χάριν εἰς σὲ φέρω.
(Παλ. Ανθ. ΙΧ 6)

Πᾶσαν Ὅμηρος ἔδειξε κακὴν σφαλερὴν τε γυναῖκα,
σώφρονα καὶ πόρνην, ἀμφοτέρας ὄλεθρον.
Ἐκ γὰρ τῆς Ἑλένης μοιχευσαμένης φόνος ἀνδρῶν
καὶ διὰ σωφροςύνην Πηνελόπης θάνατοι.
Ἰλιὰς οὖν τὸ πόνημα μιᾶς χάριν ἐστὶ γυναικός,
αὐτὰρ Ὀδυσσείῃ Πηνελόπη πρόφασις.
(Παλ. Ανθ. ΙΧ 166)

Τύχη καπηλεύουσα πάντα τον βίον,
ἀσυγκέραστον τὴν φύσιν κεκτημένη
καὶ συγκυκῶσα καὶ μεταντλοῦσ’ αὖ πάλιν,
καὐτὴ κάπηλός ἐστι νῦν τις, οὐ θεά,
τέχνην λαχοῦσα τὴν τρόπων ἐπάξιαν.
(Παλ. Ανθ. ΙΧ 180)

Γραμματικοῦ θυγάτηρ ἔτεκεν φιλότητι μιγεῖσα
παιδίον ἀρσενικόν, θηλυκόν, οὐδέτερον.
(Παλ. Ανθ. ΙΧ 489)

Χαλκοτύπος τὸν Ἔρωτα μεταλλάξας ἐπόησε
τήγανον, οὐκ ἀλόγως, ὅττι καὶ αὐτὸ φλέγει.
(Παλ. Ανθ. ΙX 773)

Εἰ τό μέλειν δύναταί τι, μερίμνα καί μελέτω σοι˙
εἰ δέ μέλει περί σοῦ δαίμονι, σοί τί μέλει;
οὔτε μεριμνήσεις δίχα δαίμονος οὔτ’ ἀμελήσεις˙
ἀλλ’ ἵνα σοί τι μέλῃ, δαίμονι τοῦτο μέλει.
(Παλ. Ανθ. Χ 34)

Ἂν μνήμην, ἄνθρωπε, λάβῃς, ὁ πατήρ σε τί ποιῶν
ἔσπειρεν, παύσῃ τῆς μεγαλοφροςύνης.
ἀλλ’ ὁ Πλάτων σοὶ τῦφον ὀνειρώσσων ἐνέφυσεν
ἀθάνατόν σε λέγων καὶ φυτὸν οὐράνιον.
ἐκ πηλοῦ γέγονας. τί φρονεῖς μέγα; τοῦτο μὲν οὔτως
εἶπ’ ἄν τις κοσμῶν πλάσματι σεμνοτέρῳ.
εἰ δ’ λόγον ζητεῖς τὸν ἀληθινόν, ἐξ ἀκολάστου
λαγνείας γέγονας καὶ μιαρᾶς ῥανίδος.
(Παλ. Ανθ. Χ 45)

Εἰ τοὺς ἀνδροφόνους εὐδαίμονας ὄντας ὁρῶμεν,
οὐ πάνυ θαυμάζω˙ τοῦ Διός ἐστι γέρας.
τὸν γὰρ γεννήσαντα μεμισηκὼς καὶ ἐκεῖνος
κτεῖνεν ἄν, εἰ ὁ Κρόνος θνητὸς ἐτύγχανεν ὤν˙
ἀντὶ δὲ τοῦ κτεῖναι σὺν τοῖς ἄλλοις Τιτῆσι κολάζει,
δέσμιον ὡς λῃστὴν εἰς τὸ βάραθρον ἐνείς.
(Παλ. Ανθ. Χ 53)

Γῆς ἐπέβην γυμνὸς γυμνὸς θ’ ὑπὸ γαῖαν ἄπειμι
καὶ τὶ μάτην μοχθῶ γυμνὸν ὁρῶν τὸ τέλος;
(Παλ. Ανθ. X 58)


Πλουτεῖς· καὶ τὶ τὸ λοιπόν; ἀπερχόμενος μετὰ σαυτοῦ
τὸν πλοῦτον σύρεις εἰς σορὸν ἑλκόμενος;
τὸν πλοῦτον συνάγεις δαπανῶν χρόνον· οὐ δύνασαι δὲ
ζωῆς σωρεῦσαι μέτρα περισσότερα.
(Παλ. Ανθ. Χ 60)

Μηδέποτε ζήσας ὁ πένης βροτὸς οὐδ’ ἀποθνῄσκει·
καὶ γὰρ ζῆν δοκέων ὡς νέκυς ἦν ὁ τάλας.
οἱ δὲ τύχας μεγάλας καὶ χρήματα πολλὰ λαχόντες,
οὗτοι τὸν θάνατον πτῶσιν ἔχουσι βίου.
(Παλ. Ανθ. Χ 63)

 
ἄρα μὴ θανόντες τῷ δοκεῖν ζῶμεν μόνον,
Ἕλληνες ἄνδρες, συμφορᾷ πεπτωκότες
ὄνειρον εἰκάζοντες εἶναι τὸν βίον;
ἢ ζῶμεν ἡμεῖς, τοῦ βίου τεθνηκότος;
(Παλ. Ανθ. Χ 82)


Πάντες τῷ θανάτῳ τηρούμεθα καί τρεφόμεσθα
ὡς ἀγέλη χοίρων σφαζομένων ἀλόγως.
(Παλ. Ανθ. Χ 85)

Ἂν μὴ γελῶμεν τὸν βίον τὸν δραπέτην
Τύχην τε πόρνης ῥεύμασιν κινουμένην,
ὀδύνην ἑαυτοῖς προξενοῦμεν πάντοτε
ἀναξίους ὁρῶντες εὐτυχεστέρους.
(Παλ. Ανθ. X 87)


Πᾶς τις ἀπαίδευτος φρονιμώτατός ἐστι σιωπῶν,
τὸν λόγον ἐγκρύπτων ὡς πάθος αἰσχρότατον.
(Παλ. Ανθ. Χ 98)

Εἰς ἀεὶ νοσοῦντα
Τοὺς καταλείψαντας γλυκερὸν φάος οὐκέτι θρηνῶ,
τοὺς δ’ ἐπὶ προσδοκίῃ ζῶντας ἀεὶ θανάτου.
(Παλ. Ανθ. XΙ 282)


Κουρεὺς καὶ ῥαφιδεὺς κατεναντίον ἦλθον ἀγῶνος,
καὶ τάχα νικῶσιν τὸ ξυρὸν αἱ ῥαφίδες.
(Παλ. Ανθ. ΧΙ 288)

Πολλὰ λαλεῖς, ἄνθρωπε, χαμαὶ δὲ τίθῃ μετὰ μικρόν.
σίγα καὶ μελέτα ζῶν ἔτι τὸν θάνατον.
(Παλ. Ανθ. XΙ 300)

Ἂν μετ’ Ἀλεξάνδρειαν ἐς Ἀντιόχειαν ἀπέλθῃς
καὶ μετὰ τὴν Συρίην Ἰταλίας ἐπιβῇς,
τῶν δυνατῶν οὐδεὶς σὲ γαμήσει · τοῦτο γὰρ αἰεὶ
οἰομένη πηδᾷς εἰς πόλιν ἐκ πόλεως.
(♦ Παλ. Ανθ. XΙ 306)

Ῥῷ καὶ λάμβδα μόνον κόρακας κολάκων διορίζει·
λοιπὸν ταὐτὸ κόραξ βωμολόχος τε κόλαξ.
τοὔνεκά μοι, βέλτιστε, τόδε ζῷον πεφύλαξο
εἰδὼς καὶ ζώντων τοὺς κόλακας κόρακας.
(Παλ. Ανθ. ΧΙ 323)

῎Ωμοσα μυριάκις ἐπιγράμματα μηκέτι ποιεῖν·
πολλῶν γὰρ μωρῶν ἔχθραν ἐπεσπασάμην.
ἀλλ᾿ ὁπόταν κατίδω τοῦ Παφλαγόνος τὸ πρόσωπον
Πανταγάθου, στέξαι τὴν νόσον οὐ δύναμαι.
(Παλ. Ανθ. XΙ 340)

Εἰπέ, πόθεν σύ μετρεῖς κόσμον καὶ πείρατα γαίης
ἐξ ὀλίγης γαίης σῶμα φέρων ὀλίγον.
σαυτὸν ἀρίθμησον πρότερον καὶ γνῶθι σεαυτόν,
καὶ τότ’ ἀριθμήσεις γαῖαν ἀπειρεσίην.
εἰ δ’ ὀλίγον πηλὸν τοῦ σώματος οὑ καταριθμεῖς,
πῶς δύνασαι γνῶναι τῶν ἀμέτρων τὰ μέτρα;
(Παλ. Ανθ. XΙ 349)

Εἰς ποιητὴν κυβεύοντα

Πάντων μουσοπόλων ἡ Καλλιόπη θεός ἐστιν˙
ἡ σὴ Καλλιόπη Ταβλιόπη λέγεται.
(Παλ. Ανθ. ΧΙ 373)

Πᾶσα γυνὴ χόλος ἐστίν˙ ἔχει δ’ ἀγαθὰς δύο ὥρας,
τὴν μίαν ἐν θαλάμῳ, τὴν μίαν ἐν θανάτῳ.
(Παλ. Ανθ. XΙ 381)

εἰ μοναχοί, τί τοσοίδε; τοσοίδε δέ, πῶς πάλι μοῦνοι;
ὦ πληθὺς μοναχῶν ψευσαμένη μονάδα.
(Παλ. Ανθ. ΧΙ 384)

Πάντες ἅπαξ τρώγουσιν˙ ὅταν δὲ τρέφῃ Σαλαμῖνος,
οἲκαδ’ ἀριστῶμεν δεύτερον ἐρχόμενοι.
(Παλ. Ανθ. ΧΙ 387)

Σιγῶν παρέρχου τὸν ταλαίπωρον βίον,
αὐτὸν σιωπῇ τὸν χρόνον μιμούμενος·
λαθὼν δὲ καὶ βίωσον, εἰ δὲ μή, θανών.
(Παλ. Ανθ. XV 20)

Κωφὸν ἄναυδον ὁρῶν τὸν Γέσσιον, εἰ λίθος ἐστί,
Δήλιε, μαντεύου, τίς τίνος ἐστὶ λίθος.
(Παλ. Ανθ. ΧVΙ 317)