Wp/grc/Νεκροὶ Εὐγνώμονες
Νεκροὶ οἱ Εὐγνώμονες εἴτε "χάριν ἔχοντες" (ἀγγλιστί, Grateful Dead, δηλοῦν "ᾆσμα ἆγον ψυχὰς ἀπονενοημένας πέραν") κέκληται ὁμὰς ἀοιδῶν καὶ μουσικῶν ἐκ Καλιφορνίας.
Αὐτοσχεδιάζειν ἐπιτηδειότατοι, εὔδοξοι γεγόνασιν ἐν ἔτεσιν 1965—1995, ὁ δ᾽ αὐτῶν κιθαρωδὸς Ἱερώνυμος Γαρσίας (ἀγγλιστί, Jerry Garcia) ἀγλαότατος μὲν, τεθνηκὼς δέ: Νῦν οὖν ἔξεστιν τοῖς ἐν τῷ βίῳ ἀκροωμένοις δῆτα χάριν ἔχειν νεκρῷ.
Ἔτεροι συμμουσικοὶ εἰσὶν οἱ Βῶβ ϝεῖρ (Bob Weir), ῾Ρῶν "Χοιροκομεῖον" Μακκέρναν (Ron "Pigpen" McKernan), Φίλιππος Λαῖς (Phil Lesh), καὶ ὁ ϝυλιέλμος Κροῖτσμαν (Bill Kreutzmann). Οὐχ ἥκιστα, ἀλλὰ μάλιστα μουσικὴν κατανενοήκασιν ἐρασμίως, κηληθμῷ δ᾽ ἔσχοντο σφόδρα.
Πρὸς τί ἡ τῶν νεκρῶν εὐγνωμόνων ὀνομασία? Ἀνὴρ συντυχὼν ἀρνουμένους θάπτειν ὀφειλέτην τεθνεώτα, ὀβολὸν ταφῆς δεδώρηκεν. Σὺν τάχει, συγκελευθοπόρος ψυχὴν ταυτοῦ διασώσας, ἀποκαλύπτει τὸν τεθαμμένον νεκρὸν εἶναι, ἐν εὐγνωμοσύνῃ ἀνταμείβεσθαι.
Σύνδεσμοι Ἐξώτεροι
[edit | edit source]- (1977) Ἔνθεος ἱστορικὴ ἠχογράφησις
- 1989 ἐν Φιλαδελφίᾳ
- Γαρσίας & Γρισμάνος: Ἐν μετεωρίᾳ ἐνθάδε καθήμενοι.
- Ἐπιτάφιος
- Κῦδος