Wp/grc/Μαρτῖνος Λούθηρος

Ὁ Μαρτῖνος Λούθηρος (Γερμανιστὶ Martin Luther, γεν. τῇ 10 Νοεμβρίου τοῦ 1483 ἐν τῷ Αἴσλειβενῳ, Γερμανιστὶ Eisleben, Σαξωνία-Ἄνἁλτῃ, θαν. τῇ 18 Φεβρουαρίου τοῦ 1546) Γερμανικὸς θεόλογος καὶ ἱδρυτὴς τοῦ Γερμανικοῦ Προτεσταντισμοῦ ἦν.
Βίος
[edit | edit source]Τῷ 1484 ἡ οἰκία αὐτοῦ ἐνοικεῖ τὴν κώμην Μανσφέλδον, Γερμανστὶ Mansfeld, ἐν τῇ Σαξωνίᾱͅ-Ἄνἁλτῃ. Προετοιμασμένος ἐν σχολαῖς τοῦ Μανσφέλδου, Μαγδεβούργου καὶ τοῦ Αἴζεναχου φοιτητὴς γίγνεται ἐν ἔτει 1501 τοῦ Πανεπιστημίου τῆς Ἐρφούρτης. Ἐκεῖ σπουδάζει πρῶτον περὶ τὰ νομικά, ἀλλὰ μετ΄ ὀλίγον στρέφεται πρὸς τὰς ὕψηλοτερᾱς σπουδὰς, τὴν σχολαστικὴν φιλοσοφίαν καὶ τὴν θεολογίαν. Ἐν ἔτει 1505 τᾱ̀ς σπουδὰς τελευτᾷ.
Ῥιφθεὶς ὑπὸ σοβαρῶν ἀσθενειῶν εἰς θρησκευτικὴν κρίσιν, εἰσέρχεται εἰς τὸ Μοναστήριον τῶν Αὐγουστινιανῶν τῆς Ἐρφούρτης, ἐν ᾧ καὶ βοηθήσαντος τοῦ ἡγουμένου Ἰωάννου Στάουπιτς/Staupitz, λαμβάνει νέαν θρησκευτικὴν πεποιθήσιν. Ἐξ αὐτῆς ὕστερον γίγνεται ἡ Μεταρρύθμισις.
Χειροτονία ἦν ἐν τῇ Μητροπόλει τῆς Ἐρφούρτης ἐν ἔτει 1507. Μετὰ ἓν ἔτος διορίζεται καθηγητὴς τῆς φιλοσοφίας παρὰ τοῦ Πανεπιστημίου τῆς Οὐιττενβέργης, καὶ μετὰ διαμονὴν ἐν τῇ Ρώμῃ (1511), γίγνεται διδάσκαλος θεολογίας τῷ 1512.
Ἀντὶ τῆς σημασίας τῶν λεγομένων καλῶν ἔργων ἐρευνᾷ ὁ Λούθηρος τὸ δόγμα τῆς χαριτός. Πρὸ τοῦ 1517 ἤδη ἀναγιγνώσκων ὤν, ἱεροκήρυξ, ἐπιτηρητὴς ἐν ἱερῷ τάγματι καὶ συγγραφεύς ἐδημοσιοῦν τὸ πρόγραμμα τὸ ἀντισχολαστικόν.
Ἐνοχλημένος τῇ πωλήσει τῶν συγγνώμων ὑπὸ τοῦ Ἰωάννου Τέτσελ, γράφει τᾱ̀ς καλοῦμένας „95 Θέσεις“. Κατὰ τὸν μύθον ἐπεκόλλησεν αὐτὰς εἰς τὸν τοίχον τοῦ Ἀνακτορικοῦ ναοῦ τῆς Οὐιττενβέργης.
Ὁ Λούθηρος ὁ φύγων
[edit | edit source]Πρέπει τὸν Λούθηρον ἐν τῷ Οκτωβρίῳ τοῦ 1518 ἀπολογήσασθαι πρὸ τοῦ καρδινάλιου Θωμᾶ Καγετάνου/Caietanus ἐν τῷ Αὐγούστῳ. ʼΕκείθεν φεύγει — μὴ ἁλίσκεσθαι — καταλίπων τὸ θέλημα „κάλλιον δηλοῦν τὰ πράγματα εἰς τον Πάπαν“.
Ἐν ἔτει 1519 ἀμφισβητείται ἐν τῇ Λειψίᾳ σὺν τῷ ʼΙωάννῃ Εκ/Eck. Τῇ 10 Δεκεμβρίου 1520 καίει τὸ παπικὸν ἔγγραφον ἀφορισμοῦ. Τῇ 15 Ἰουνίου τοῦ 1520 γράφει τὰ τρία δύνατα γραπτὰ τῆς Μεταρρυθμίσεως: «An den christlichen Adel deutscher Nation», «Die babylonische Gefangenschaft der Kirche», «Von der Freiheit eines Christenmenschen» καὶ ὑπερασπίζεται τᾱ̀ς ἑαυτοῦ γνώμας τῇ 17 καὶ τῇ 18 Απρίλιου 1521 πρὸ τῆς Δίαιτᾱς τοῦ Οὐόρμς.
Σῷζεται ἀπὸ τῆς αὐτοκρατορικής ἀπαγορεύσεως ὑπὸ τοῦ Σαξονικοῦἐκλέκτορος Φρειδερίκου τοῦ Σαφοῦς.
Μένει ἐν τῷ Πύργῳ τοῦ Οὐάρτβουργ, οὗ ἑρμηνεύει τὴν Καινὴν Διαθήκην ἐν 10 μησὶ, ἣ ἐν ἔτει 1522 τυπώνεται. Κατὰ τὸν Μάρτιον 1522 ἀναστρέφεται ἐς τὴν Οὐιττεμβέργην, ὅτ ἤκουσε περὶ τῆς ἐκεῖ εἰκονομαχίας. Σύζυγος τῆς Καθαρίνης τῆς Βῶρᾱς (Γερμανιστὶ Katharina von Bora) γίγνεται τῇ 13 Ιουνίου 1525. Ἐν τῷ ἔτει 1524 τὴν μοναχικὴν συνήθειαν ἐξεδῡ́σατο ἀφ’ ἑαυτοῦ.
Ἡ Μεταρρύθμισις νικᾷ
[edit | edit source]Σὺν τοῖς ἴδιοις ἐμάχετο ἐν ἀντιθέσει τῶν ἀπότομων ʼΑναβαπτιστῶν καὶ ἐν τῷ Πόλεμου τῷ τῶν Χωρικῶν. Διατηρησόμενος τὴν ἀρχὴν τὴν τῶν ἡγέμονων ἱδρῡ́ει νέας ἐλευθερᾱ̀ς ἐθνικὰς ἐκκλησίας.
Τῇ πρώτῃ ἐπεσκοπήσε ἐν τῇ λεγόμενῃ „Kursächsische Kirchenvisitation“ ἐν τοῖς ἔτεσι 1527-1529 καὶ δυοῖν κατηχήμενοιν ταύτῃ πάλιν ἐπεσκοπήσεν ἐν τῷ ἔτει 1529.
Τῆς τῶν Ἅγιων Γράφων μεταφράσεως πρῶτον ἐν τῷ ἔτει 1534 τελευτήμενης ὁ Λούθηρος γίγνεται πολὺ βαρὺς ἐν τῇ νέᾳ Γερμανικῇ γλῶσσῃ.
Ὁ δὲ Λούθερος οὕτως τίθησι τὴν πρῶτην βάσιν εἰς νέᾱν λαϊκὴν θρησκείᾱν ἐν Γερμανίᾱͅ.
Οἱ ὕμνοι οἱ αὐτοῦ ἔχουσιν μεγάλην δύναμιν καὶ θέρμην.
Τὰ τέκνα καὶ ἀπόγονοι
[edit | edit source]Ἐκ τῶν αὐτοῦ τέκνων τέσσαρες ἦσαν ἐν στρατοῖς Γερμανικοῖς πέζοις.
Ὁ ἔσχατος ἀρσενικὸς ἀπόγονος ὁ τοῦ Λούθερου ἀπέθανε ἐν τῷ ἔτει 1759.
Πηγαί
[edit | edit source]Brockhaus' Kleines Konversations-Lexikon, πέμπτη ἔκδωσις, βιβλίον 2. Λειψίᾱͅ 1911, δέλτῷ 95, ἅπαντα ἀναγιγνώσκονται τῇδε.
Εξωτερικοί σύνδεσμοι
[edit | edit source]
|
Ἰδὲ τὰς εἰκόνας καὶ τὰ κοινὰ τὰ ἄλλα περὶ του Λουθήρου |
Πολλὰ μάλα διαφέροντα περὶ τούτου τοῦ μεταρρυθμιστοῦ Γερμανιστὶ γεγραμμένα