Wp/grc/Λόγος
Appearance
Λόγος ἐστὶ μέρος τι τῆς γλώττης, κατὰ τὴν Σούδαν ὡς φωνὴ σημαντικὴ ἀπὸ διανοίας ἐκπεμπομένη[1] διορισθείς. Μορίων γὰρ τοῦ λόγου τὸν ἐλάχιστον, στοιχεῖον καλούμενον, φωνὴν μὲν δὴ σημαίνει, διανοίαν δὲ τοῦ λέγοντος οὔ, ὅπως ἔχει ἢ διαθέσιν ἢ ἐπιθυμίαν αὑτοῦ, καθάπερ τὸ Ε καὶ τὸ Υ, στοιχεῖα ὄντα οὐδὲν δεικνύασιν, ἐάν τέ τις τάσδε φωνὰς φωνήσας καλλῶς ἔχῃ ἐάν τε μὴ· ἀλλ’ ὡς τάχιστα τὸ εὖ εἰπὼν τὸ πῶς ἔχει σαφηνίζει, ὡς τοὐναντίον τοῦ κακῶς. Ἔτι δὲ ἄν τις τὸ ὕε ἀντὶ τοῦ εὖ εἴπῃ, οὐδὲν λέγει· τοῦτο γὰρ μὲν λόγος ἐστὶν, ἐκεῖνον δὲ οὐδὲν ἄλλο πλὴν ἢ ἄσημοῦ τι λέξεως.
Ἐπιστήμη δὲ τοῦ λόγου, τί σημαίνει, λογική καλεῖται.
Ἀρεταὶ τοῦ λόγου
[edit | edit source]Κατὰ τὴν Σούδαν εἰσὶν εʹ· Ἑλληνισμός, σαφήνεια, συντομία, πρέπον, ἀποσκευή.
Βιβλία
[edit | edit source]- Περὶ Ἑρμηνείας, Ἀριστοτέλους βιβλίον περὶ τοῦ λόγου καὶ περὶ τῆς λογικῆς.
Τεκμήρια
[edit | edit source]- ↑ Σοῦδα, Lambda 658, λόγος.