Wp/grc/Λεωνίδας ὀ Λακεδαιμόνιος

From Wikimedia Incubator
< Wp‎ | grc
Wp > grc > Λεωνίδας ὀ Λακεδαιμόνιος

Λεωνίδης[1] ὁ πρῶτος, Λακεδαιμονίων βασιλεύς, Ἀναξανδρίδου, ἀφ' Ἡρακλέους κ' βασιλεύς. οὗτος ἡγεμὼν τῶν εἰς Θερμοπύλας ἀπαντησάντων Ἑλλήνων ἦν. ἐν δὲ τῷ τόπῳ τούτῳ λέγεται τὸν Ἡρακλέα ἀποθέμενον τὸ σῶμα ἀποθεωθῆναι. Λεωνίδης δὲ ἀπαγγελθέντος, ὅτι τοξευόντων τῶν Περσῶν ὁ ἥλιος ἀφανὴς γίνεται: θαρρῶμεν, ἔφη, ὅτι ὑπὸ σκιᾷ μαχησόμεθα. ἀριστοποιουμένοις δὲ τοῖς στρατιώταις, ἀριστᾶτε, ἔφη, ὡς ἐν ᾅδου δειπνήσοντες. ἐπελθόντος δὲ τοῦ βασιλέως, οἱ μὲν ἄλλοι πάντες τὸ πλῆθος εὐλαβηθέντες ἔφυγον, Θηβαῖοι δὲ ηὐτομόλησαν: οὓς λαβὼν ἔστιξε βασιλεὺς σὺν στρατιώταις τριακοσίοις Σπαρτιάταις.

Ἐπιγέγραπται ἐπὶ Λεωνίδου ἐπίγραμμα υπό Σιμωνίδην ὦ ξεῖν', ἄγγελλε Λακεδαιμονίοις, ὅτι τῇδε κείμεθα, τοῖς κείνων ῥήμασι πειθόμενοι. Οὗτος ὁ Λεωνίδης περὶ Σφακτηρίαν ἅμα τριακοσίοις ἀντέστη Ξέρξῃ. καὶ ἀριστεύων ἐτελεύτησε κυκλωθεὶς ἐκ προδοσίας, Ἐφιάλτου τινὸς δείξαντος Πέρσαις τὴν διὰ τῶν ὀπῶν ὁδόν.

Ὁ δὲ Μακεδὼν ἐκεῖνος εἴτε Λεωνίδης τὸ φρόνημα ἢ Καλλίμαχος ἢ Κυναίγειρος, ἀρκέσει δὲ τὸ Ῥωμαῖον ἀποκαλεῖν, ὡς τῶν λόγων τῶν ἰατρικῶν ὑπῄσθετο, ἤρετο, εἰ τὸ Ῥωμαϊκὸν εἴη νενικηκός. [2]

Ἀναφοραί[edit | edit source]

  1. Λεωνίδας λακεδαιμονιστί
  2. Λεωνίδης, Suda Online - stoa.org