Jump to content

Wp/grc/Κωνσταντῖνος Κόντος

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Κωνσταντῖνος Κόντος
Ἡ τοῦ Κωνσταντίνου Κόντου προσωπογραφία

Κωνσταντῖνος Κόντος, γεννηθεὶς τῇ 12 Μαρτίου τοῦ ,αωλδ΄ καὶ τελευτήσας ἐπὶ τῷ ,αϡθ΄(1909), ὑπῆρξε περιφανὴς φιλόλογος καὶ διδάσκαλος τῆς Φιλοσοφικῆς σχολῆς τοῦ Πανεπιστημίου τῶν Ἀθηνῶν ἀμυνόμενος, ὡς ἔλεγεν ἂν ἐπ’ ἑαυτῷ, τοῖς ἑκασταχοῖ ἑλληνικοῖς γράμμασιν. Συντόνου οὐκοῦν καὶ καθόλου περισπουδάστου γεγονότος, ἤδη παῖς γε ὤν, γνώσεσι χλιδῶν παμπόλλοις ἀνηγορεύθη εἷς τῶν μᾶλλον ἐριτίμων διδασκάλων ἔν τε τῇ τότε σμικρᾷ Ἑλλάδι καὶ παρ’ ἐνίοις ἐπήλυσι λογίοις οἳ τὰ μέγιστα πόῤῥω αὐτῆς ἐτύγχανον. Ὡς δὴ ἂν εἰκῶς εἴη πολλῶν τῶν ἐνωτιζομένων αὐτοῦ μαθητῶν ἐπιδόξων γεγονότων μετελθεῖν, ἅτε πλήσμιον ὄντα καὶ δυνάμενον δωρεῖσθαι τοῖς δυναμένοις τῶν μαθητῶν συνιέναι τὰ σπουδαῖα, καταφανὲς ἐγένετο τὸ κῦρος τοῦ διδασκάλου ἀφ’ οὗ κομιδῇ γενναῖοι τὸ πνεῦμα διδάσκαλοι ἐγεγόνεσαν. Τούτοις ἦσάν τινες οἱ Γεώργιος Ν. Χατζιδάκις, Θροφάνης Κακριδῆς, Σπυρίδων Βάσης καὶ ἄλλοι.


Ἱδρύσατο μέγα τι φιλολογικὸν πόνημα ἐν εἴδει βίβλου ὀνομασθὲν «Λόγιος Ἑρμῆς» τετράκις τοῦ ἔτους ἐκδιδόμενον ὡς ἐντυποῦτο.

Ἀρχὴ τοῦ βίου

[edit | edit source]

Πατὴρ τῷ Κόντῳ ἦν ὁ Σταῦρος Κοντοδῆμος καὶ μήτηρ ἡ Παναγιῶτα. Ὁ Σταῦρος Κοντοδῆμος ᾤκει μὲν τὸ πρῶτον ἐν τῷ Δέλβινῳ τῆς Βορείου Ἠπείρου συμπολεμήσας ποτὲ τῷ ἀναπύστῳ Ὀδυσσεῖ Ἀνδροῦτσῳ ἀφισταμένων δ’ οὖν τῶν Ἑλλήνων καὶ πολεμούντων τοῖς Τούρκοις. Ὑπηρετήκει πρῴην ἐναύλιος τῷ Ἀλῇ Πασᾷ. Ἐπεὶ μέντοι ἡ στάσις τέλος ἔσχε πυνθανόμεθα ὡς μετῴκησε (Ταγματάρχης νῦν) σὺν τοῖς ἑπτὰ τέκνοις (ὧν οἱ πέντε ἦσαν μειράκια) καὶ τῇ ὁμοζύγῳ τῇ Ἀμφίσσῃ. Πρῶτος δῆτα ὁ Κωνσταντῖνος Κόντος τῶν τέκνων ἐγράφη εἰς ἄνδρας. Ἀνδρωθείς πως ἀπεγένετο εἰς Ἰθάκην ἔνθα καὶ ἐδιδάχθη τὰ γράμματα. Ἀπελθών τοι αὖ πάλιν εὑρέθη διατρίβων τοῖς γράμμασιν ἐν τῷ ἐν Ἀθήναις γυμνασίῳ ἀρχηγετοῦντος τοῦ Γεωργίου Γενναδίου καὶ ἐπισχὼν τὴν αὑτοῦ διδασκαλίαν ὡς πολεμήσων τῷ ,αωνδ΄ εἰς τὴν τῆς Ἠπείρου ἐπανάστασιν ἔλαβε μέρος· πονηρῶν ἐχόντων τῶν πραγμάτων διήμειψε τὰ τοῦ διδασκαλείου ἐν τῇ Λαμίᾳ πρὸ τοῦ γραφῆναι εἰς τὴν Φιλοσοφικὴν σχολὴν τῶν Ἀθηνῶν.

Μελέτη περὶ τῆς γλώσσης

[edit | edit source]

Τῷ δὲ ,αωνη΄ (1858) ὁ γραμματικὸς νῦν Κόντος ἐδίδασκεν ἐν τῷ διδασκαλείῳ τῆς Χίου ἐνδείας ὑπαρχούσης λογίου τινὸς ἵνα τοὺς μαθητάς διδάξειε τὰ ἑλληνικὰ καθόλου γράμματα. Δύσερως τοίνυν ὁ Κόντος παιδιόθεν τῆς γλώσσης καὶ χρημάτων τὸ παράπαν μὴ παρόντων οὐδ’ ἠβαιὸν αὐτῷ (ὁ δὲ πατὴρ ἐτετελευτήκει ἐνιαυτοὺς ἤδη τοῦ βίου) ἐδίδαξεν ἐπὶ τρία ἔτη ἅμα ἐπιχειρῶν τῇ ἐκδόσει φυλλαδίου του ὀνομασθέντος «Χιακὸν Μουσεῖον» ἀπέπλευσεν εἰς Σάμον, ᾗπερ περὶ ἴσους ἐνιαυτοὺς διδάσκαλος διετέλεσεν. Ἐπεὶ ἐκ τῆς Σάμου ἀπῆλθεν, πολλούς πως ὥς φασι διδάξαντος μαθητὰς οἳ ἐγεγόνεσαν ἀγαθοὶ ἔπειτα τάς τε φρένας, εἰς Ὁλλανδίαν ἀφίκετο τῷ ,αωξε΄ (1865) καὶ τὸ διδασκαλεῖον τῆς πόλεως Leiden μισθὸν τελῶν ἕως ἂν ἀναλώσῃ τὰ ἐπὶ τῇ ἑαυτοῦ παιδεύσει χρήματα. Αὕτως ἐνδιαιτώμενος οὗ ὁ μέγας οὖν γραμματικὸς ἐδίδασκεν, Κάρολος Κόβητος (Carel Gabriel Cobet) τὸ ὄνομα, (τούτου γὰρ ἀληθῶς τἀνθρώπου ἐκεῖσε ἦλθε τὸν Κόντον ἀκοῦσαι θελχθέντα ὑπὸ τῶν ἐκείνου συγγραμμάτων) συγγενικῆς ἕνεκεν νοήσεώς τε καὶ ἐπιπνοίας θείας πραγμάτων μειζόνων μετεχόντων ἑκατέρων ἐπὶ τὰ φιλολογικά. Ταῦτά γε θέμις ἦν τὼ χεῖρε ἐν Χίῳ ἀναγνῶναι. Συνήθεις δῆτα ἐγένοντο οἱ δύο ἄνδρες ἀλλήλοις ὡς ἐγαυριᾶτο ὁ Κόντος προσνέμοντός τοι μᾶλλον χρόνου τοῦ Κοβήτου ὁσημέραι τῷ ἡμετέρῳ λογίῳ, ἅτε πολυήρατος.

Τὸν μὲν οὖν χρόνον ἑώρα ὁ Κόντος πτῆναι ἐς τ’ ἄποπτα περιγενόμενος τῷ Κοβήτῳ μεθ’ οὗ συνδιελέγοντο κοινῇ ἀττικιστὶ ἄνευ τῆς ἐρασμίας κεκλημένης προσῳδίας ἀναγνόντες τε παπυρικὰ κείμενα. Ὁ μάλιστα πάντων διάσημος τοῦ Κόντου μαθητὴς Γεώργιος Χατζιδάκις διέρχεται ὡς ἄρα (οὐκ ἔστιν ἀληθῶς γνῶναι) ὡμίλησε τότε ὁ Κόβητος ἀνερόμενος «Ἀλλ’ ὦ βέλτιστε Κόντε, τί μαθησόμενος ἥκεις παρ’ ἡμᾶς; σὺ ἔμψυχον Μουσεῖον, σὺ ζῶσα βιβλιοθήκη τυγχάνεις ὤν. Οὐδὲν γὰρ βιβλίον σὺ οὐκ ἀνέγνως».

Ἐπανελθὼν εἰς Ἑλλάδα τῷ ,αωξη΄ (1868) διὰ πτυχίου τοῦ ἐκεῖ πανεπιστημίου τῇ οὕτως εἰπεῖν δωρεᾷ τοῦ Κοβήτου, εἰργάσθη ἐν τῇ φιλοσοφικῇ σχολῇ τοῦ Πανεπιστημίου τῶν Ἀθηνῶν ἔνθα πιθανῶς μάλα μετεωροπολῶν ἐκτήσατο πολλοὺς τὸ πλῆθος τῶν μαθητῶν.

Ὁ γλωσσικὸς πόλεμος

[edit | edit source]

Ἦ που «ἀνάγκη μεγάλων γνωμῶν καὶ διανοιῶν ἴσα καὶ τὰ ῥήματα τίκτειν[1]» φράσαιμεν ἂν ἄλλως τε ἔναγχος διδαχθέντα ἀναγνῶναι τὰ χειρόγραφα τά τε παπυρικὰ πονήματα κομιδῇ συνιέντα πρὶν ἰάσασθαι τὰ χαλεπῶς φέροντα χωρία. Εἴπερ τις ἄλλος διημέρευεν ἐπάγων διορθώσεις εἰς ἐκδόσεις ἐνιαυτούς γε ἤδη ὡς ἀρτίας τῇ μορφῇ ἐκδοθείσας ἅμα τε διδάσκων. Εἰσενεγκεῖν τοσαύτας φασὶ μεταβολὰς, ὅσας οὐκ ἔστιν ὅπως μήτε Ἕλληνα μήτε ἀλλοδαπόν τινα διαστρέφειν. Ἀλλὰ μὴν πιληθεὶς ὑπὸ ἔρωτος τῆς γλώττης ἀσχολίαν ἦγε κακῶς τε αὐτῷ φερομένης τῆς θέμιδος, λέγομεν δῆτα τὴν τελευτὴν τῆς ὁμοζύγου καὶ τῶν τριῶν υἱῶν πρὶν «πολλὴ δὲ κατ’ ὀφθαλμῶν χέετ’ ἀχλύς[2] ». Πολλούς τοι ἠξίουν τὸν Κόντον γράψαι σχολικὰ πονήματα ἢ καθόλου διδακτικὰ ὁπωσοῦν συγγράμματα, τὸν μέντοι διδάσκαλον ἠπόρει τοῦ δεομένου χρόνου πρὸς τοιαύτην παρασκευήν (τὸ κλέος τῶν ἀξίων τῆς δόξης τῶν πολλῶν ἐπὶ πλείονος τιθέντος). Τότε μὲν οὖν διῆλθε πολλὰ περὶ τῆς ὁμιλουμένης τῶν Ἑλλήνων πάντων γλώσσης γράψας τοὐνομασθὲν πόνημα «Γλωσσικαὶ παρατηρήσεις», ᾧπερ ἐπετιμᾶτο ὡς ἄρα ἐρῶντος τῆς ἐπανόδου εἰς τὴν χρυσῆν Ἀττικὴν διάλεκτον (μάλιστα τὴν τοῦ Πλάτωνος καὶ Δημοσθένους!) ἀπιστούντων τοιούτῳ ἐγχειρήματι τῶν Ἑλλήνων οἱ πλεῖστοι. Τοῦτο οὐκ ἦν τὸ παράπαν ἀληθές, ἅτε ἐπεσήμηνε πρὸς τοὺς λογίους καθαρεύοντας τὰ σφῶν ἀγνοήματα ὅταν ἤθελον τῇ μὲν ἀττικιστὶ γράφειν τῇ δὲ παραπλησίως ἐκείνῃ καὶ οὐχὶ ὅπῃ ἐδόκει ἑκάστῳ. Ὡς «εἵλετ’ ὀφθαλμῶν γλυκερὸν φάος [3] καὶ οὐκ ἔχων ὅ,τι τοῖς βίβλοις χρήσαιτο ἔπαυσεν πᾶσαν διατριβήν. Τηνικαῦτα συνέβη μέγας πόλεμος τῷ Κόντῳ, ἀδυνάτῳ ὄντι ἀμύνεσθαι ταῖς ἑαυτοῦ δόξαις. Ἐπεὶ τοῦτο ὅμως διῖκται εἰς τοὺς φιλτάτους μαθητὰς οὗτοι ἀποκρυψάμενοι τὸ πρῶτον ἵνα μὴ ἐκθλιβείη ἔπειτα δὴ φράσαντες αὐτῷ ἐπώτρυνον ἐπὶ τῇ δι’ ἐκείνων πρὸς αὐτοὺς ἀναγραφῇ, ἐλπίζοντές πως τὴν ἁμωσγέπως ἄνεσιν τῆς λύπης. Περιιδὼν μὲν τέλος ἑαυτὸν ὑποφέροντα ἀπέθανεν. Ἕρμαιον ἀληθῶς εἰς τοὺς ἀνὰ κόσμον φιλολόγους πεφυκὼς καὶ ἀξίους διδασκάλους ἀφείς, καίτοι οὐδεὶς τηλικοῦτον ταῖς ἰδέαις ἀρίζηλον ἀπέλιπεν ἔργον ἡλίκον ὁ Κωνσταντῖνος Κόντος ἢ ἀηδέστερα κινδυνεύει.

Συνδεσμοί

[edit | edit source]

  1. Ἀριστοφάνους Βάτραχοι 1059
  2. Ἀπολλωνίου Ῥοδίου Ἀργοναυτικὰ Βιβλίον Δ΄1525
  3. Ἀπολλωνίου Ῥοδίου Ἀργοναυτικὰ Βίβλος Β΄ 184»