Wp/grc/Ὀδύσσεια
Ἡ Ὀδύσσεια ἡ ἐν τῷ ἐνιαυτῷ 700 π.Χ. γεγραμμένη ὑπὸ τοῦ Ὁμήρου πέφυκεν ὁ τοῦ Ὀδυσσέως νόστου μῦθος.
Contents |
[edit] Τὸ Κεφάλαιον
Τοῦ μὲν Ὀδυσσέως Ἴλιονδε ἀπιόντος τυτθὸς δὲ ὁ υἱὸς Τηλέμαχος. Τοῦ δὲ τῆς Ὀδυσσείας ἀρχῆς δεκάτου ἔτους τῆς Τροίας ἁλώσεως ὁ Τηλέμαχος ἔτη γεγονὼς εἴκοσι μετέχει τὸν τοῦ πατρὸς οἶκον τὸν Ἰθάκησι ἑστῶτα τὲ τῆς μητρὸς καὶ τῶν λαβρῶν ἑκατὸν καὶ ὀκτὼ μνηστήρων τῶν αὐτῶν, ὧν ὁ τέλος τὸ πείθειν τὴν Πηνελόπην Ὀδυσσέως ἀφάντου γαμεῖν.
[edit] Ἡ Τηλεμαχία
Ἐν δὲ τούτῳ τοῦ Ποσειδῶνος τοῦ ἐχρῶς διατεθειμένου πρὸς τὸν Ὀδυσσέα ἀπόντος Ὀλύμπου ἡ Ἀθηνᾶ ἡ τὸν Λαέρτην σῴζουσα σὺν Διὶ διαλέγεται τὴν μοῖραν. Ἔπειτα δὴ ἡ Παλλὰς ἡ ἐνσκευαζομένη τῷ Μέντῃ προσιοῦσα τὸν Τηλέμαχον ἐπάγει ὡς ζητήσων λόγον τοῦ πατρός, τοῦ δὲ ξενιζόντος προσορῶσί τε τοῦς μνηστήρας τοὺς πρὸς τὸν θόρυβον δειπνοῦντας καὶ τὸν ἀοιδὸν Φήμιον τὸν ῥαψῳδοῦντα. Ἡ μὲν Πηνελόπη ἀντιλέγει ἀοιδὴν τῶν ἀπονοστούντων ἀπὸ τῆς Τροίας, τὴν γὰρ μιμνῄσκει τοῦ ἀνδρὸς, Τηλέμαχος δὲ οὐκ ἐθέλει τὰς ἀντιλογίας.
Τῇ δὲ ὑστεραίᾳ ὁ Τηλέμαχος ἐκκλησιάσας τῶν Ἰθάκων αἰτεῖ ναῦν αὐτοῖς ἀνδράσιν. Συγγιγνόμενος οὖν τῇ Ἀθηνᾷ τῇ ἤδη ἐνσκευαζομένῃ τῷ Μετώρι ἀπέρχεται πρὸς τὴν ἤπειρον ἐν ᾗ ὁ τοῦ Νέστορος τοῦ τῶν Τροίησι μαχησάντων αἰδοιοτάτου οἶκος ὁ εἰς τὸν Πύλον ἑστώς, ὅθεν τοίνυν διὰ τῆς χώρας συγγιγνόμενος τῷ Νέστορι προσιππεύει πρὸς τὴν Σπάρτην οὗ οἰκεῖ τε ὁ Μενέλαος καὶ ἡ Ἑλένη οἱ συναλλασσοντες. Ὁ δὲ Ἀτρείδης λέγει ὅτι μετὰ μακρόν τινα διὰ τῆς Αἰγύπτου ὁδοῦ σὺν τῇ γυναικὶ ἀφίκοντο εἰς τὴν Ἑλένην. Ἐκεῖ γὰρ ἐν Φάρῳ γε τοῦ Πρωτέως τοῦ τῆς θαλάσσης θεοῦ τοῦ πάλαι συντυχάνας ὁ δὲ εἶπε ὅτι ἡ αἰνιγματώδης Καλυψὼ δεῖ τὸν Ὀδυσσέα. Πρὸς δὲ τούτοις Τηλέμαχος μανθάνει περὶ τῶν γεγενημένων τοῦ Ἀγαμέμνονος τοῦ Μυκήνης τε καὶ τῶν Τρωσὶ Ἑλλήνων βασιλεύς. Τὸν γὰρ νοστοῦντα ἡ γυνὴ Κλυταιμνήστρα σὺν τῲ ἐραστῇ Αἰγίσθῳ ἐφόνευσε.
[edit] Τὰ τοῦ Ὀδυσσέως πόρου
Ἐν δὲ τούτῳ ὁ Ὀδυσσεύς ὁ πολλὰ τολμήσας, περιπολήσας ἑπτὰ ἔτη ἐνῳκηκε ἐν τῇ Ὠγυγίᾳ, ἡ γὰρ Καλυψὼ καταδέδεκε ἵνα ἐραστὴς ᾖ. Ὁ δὲ Ἑρμῆς πείθει τὴν Ἄτλαντος ὡς καταλύουσα. Σχεδίας οὖν ποιησαμένης ναυαγούσης ὁ Ὀδυσσεὺς ὁ γυμνὸς καὶ ἀπειρηκὼς εἰς τὴν τῆς Σχερίης ἀκτὴ τε καὶ εἰς ὕπνον πέσει. Τῇ δὲ ὑστεραίᾳ, ὕπο τοῦ κόρων τίνων γελὼ ἐγειράμενος ἐφορᾷ τὴν Ναυσικάαν σὺν ταῖς θεραπαίναις πρὸς τὴν ἀκτὴν προσελθοῦσαν ὡς ἐσθήτας πλύνουσαν. Τοῦ γὰρ βοήθειαν ἀπαιτουμένου, ἡ οῦν παραινεῖ ξένια τῶν γεννησάντων (οἵ Ἀλκίνοός τε καὶ Ἀρετὴ ὀνομαστοί) ζητεῖν.
Πρῶτον μὲν τοῦ Ὀδυσσέως δεκομένου τὸ ὄνομα οὐκ αἰτοῦσιν. Οὐ γὰρ ὀλίγας ἡμέρας σὺν τῷ Ἀλκινόῳ συγκαταλύων τε ἀγωνίζεται πρὸς γυμνικόν τινα καὶ ἀκούει τὸν τυφλὸν ἀοιδὸν Δημόδοκον τὸν διπλῇ ἀείδοντα. Τὸ μὲν πρῶτον τῶν ἐπῶν πεφύκε περὶ τε τοῦ Ὀδυσσέως καὶ τοῦ Ἀχιλλέως ἔρεως, ὁ δὲ δεύτερος μῦθός τις γελοῖος περὶ ἐρωτικῆς τινος συντυχίας τοῦ Ἄρεως τε καὶ τῆς Ἀφροδίτης. Τέλος δὲ ὁ Ὀδυσσεύς τὸν Δημοδόκον ἀξιοῖ ἀείδειν τὸν τοῦ ἵππου ξεστοῦ μῦθον (ὁ γὰρ Ὀδυσσεύς συνπαρεσκεύαζε τὸν ἵππον τὸν ξυλίνον ἐν ᾧ Ἀχαιοί τινες ἐκρύψαντο ὅπως Ἴλιον εἰσβάλοιεν). Ἐπειδὴ ταῦτα μιμνῄσκων οὐχ οἷος ἦν ἀναπαύειν, τέλος δὲ ἀποκαλύπτει τὸ ὄνομα. Ἄρχει οὖν τὸν μῦθον τὸν θαυμάσιον τοῦ Τροίαθεν νόστου.
- Ἁρπάξαντoς δὲ τὸν Ἴσμαρον (πόλις γάρ τις ἤν εἰς τῆν τῶν Κικόνων χώραν ἑστώσα), ὁ Ὀδυσσεὺς χειμασθεὶς αὐταῖς ταῖς ναυσὶ προσελθών τε τοὺς Λωτοφάγους καταλαμβάνεται ὑπὸ τοῦ Κύκλωπος τοῦ Ποσειδῶνος (Πολύφημος ὀνομαζόμενος). Οὗτος μὲν γὰρ ἐφευρὼν τοὺς τοῦ Ὀδυσσέως ἑταίρους διαφοροῦντας τὸν τυρόν τε καὶ κατείργων ἐν τῷ ἄντῳ πέτρᾳ μεγάλῃ αὐτοὺς ἤσθιε, ὅτε δὲ ὁ Ὀδυσσεὺς μιμνῃσκόμενος τὸν οἶνον τόν μοι ὑπὸ ἱερέως Ἀπόλλωνος δεδομένον παρέσχε τῷ Κύκλωπι τῷ τοῦτον ἄκρατον καταπίοντι εὐθὺς εἰς ὕπνον ἔπεσε.