Wp/grc/Ἀρίστιππος

From Wikimedia Incubator
< Wp‎ | grc
Wp > grc > Ἀρίστιππος

Ἀρίστιππος Ἀριτάδου, ἀπὸ Κυρήνης, φιλόσοφος, Σωκράτης ἀκουστής, ἀφ' οὗπερ ἡ Κυρηναϊκὴ κληθεῖσα αἵρεσις ἤρξατο. πρῶτος δὲ τῶν Σωκρατικῶν μισθοὺς ἐπράξατο. Ξενοφῶντι δὲ εἶχε δυσμενῶς, καὶ ἦν ἱκανὸς ἁρμόσασθαι καὶ χρόνῳ καὶ τόπῳ. καὶ τῶν μὲν παρόντων ἀπέλαυε καὶ ἡδονὴν μετεδίωκε, πόνῳ δὲ ἀπόλαυσιν οὐδεμίαν ἐθήρα τῶν οὐ παρόντων. ὅθεν Διογένης βασιλικὸν κύνα αὐτὸν ἐκάλει. ἀποφθέγματα δὲ αὐτοῦ πλεῖστα καὶ ἄριστα. διήκουσε δὲ αὐτοῦ ἡ θυγάτηρ Ἀρήτη, ἀφ' ἧς ὁ παῖς αὐτῆς ὁ νέος Ἀρίστιππος, ὃς ἐκλήθη Μητροδίδακτος, οὗ Θεόδωρος, ὁ Ἄθεος ἐπικληθείς, εἶτα Θεός: τοῦ δὲ Ἀντίπατρος, τοῦ δὲ Ἐπιτιμήδης ὁ Κυρηναῖος, τοῦ δὲ Παραιβάτης, τοῦ δὲ Ἡγησίας ὁ Πεισιθάνατος, τοῦ δὲ Ἀννίκερις, ὁ Πλάτωνα λυτρωσάμενος.[1]

Ἀναφοραί[edit | edit source]

  1. Ἀρίστιππος, Suda Online - stoa.org