Wp/grc/Οἰκουμενικὸν Πολιτισμικὸν Κέντρον

From Wikimedia Incubator
< Wp‎ | grc
(Redirected from Wp/grc/Διεθνὲς Πολιτισμικὸν Κέντρον)
Wp > grc > Οἰκουμενικὸν Πολιτισμικὸν Κέντρον
Πίναξ παρὰ τῇ εἰσόδῳ.
Ἡ ἔδρα τοῦ Κέντρου ἐν τῇ ὁδῷ Γρούμπενχαγκεν, πλησίον τῆς κολημβήθρας Γιούες.

Τὸ Οἰκουμενικὸν Πολιτισμικὸν Κέντρον (ICH - Interkultura Centro Herzberg) κατοικεῖ ἐν Ἑρζβέργῃ ἐν τοῖς ὄρεσι τῆς Χάρδης ἐν τῷ γερμανικῷ ὁμoσπόνδῳ κρατιδίῳ τῆς Κάτω Σαξονίας. Ἔχει εὑρεῖαν καὶ ἀξιόλογην βιβλιοθήκην καὶ δώματα, οὗ γίγνονται σύνοδοι τῶν φίλων τῆς Ἐσπεραντικῆς.

Πονούντων κυρίως τῆς κυρίας Σοφίας Κόροντι καὶ τοῦ κυρίου Πέτρου Τσίλβαρ, τέλος εν τῷ ἔτει 2004 οἱ βουλευτεῖς κηρύττουσιν τὴν ἑαυτῶν πόλιν ἔτι τὸ ἐπίθετον "Πόλεως Ἐσπεράντο" οἴσειν.

Παίδευσις[edit | edit source]

Συνεργάζεται τὸ Κέντρον μετὰ ταύτων τῶν ἑταιρειῶν:

  • Germana Esperanto-Asocio
  • Germana Esperanto-Instituto
  • Internacia Ligo de Esperantistaj Instruistoj

Διαφήμισις δημοσία[edit | edit source]

Περὶ τῆς κινήσεως πολλάκις λόγοι ποιοῦνται πρὸς πάντας τοὺς πολίτας τοῦς προσεχούντας τὸν νοῦν τῇ καλῇ τε καὶ εἰρηνικῇ ἰδέᾳ οὐδετέρας τινὸς γλώσσης. Προσέτι διδασκέται ἡ γλῶσσα ἐν ταῖς αἰθούσαις τοῦ Κέντρου καὶ τοῦ κρατικοῦ λυκείου φροντιζόντων φιλοπόνων καὶ διαπρεπῶν διδασκάλων.

Ἐκδόσεις[edit | edit source]

Πολλὰ μὲν βιβλία ἐν τῇ τοῦ Κέντρου βιλιοθήκῃ συλλεληγμένα εἰσὶν καὶ τοῖς μελετῶσιν παρέχονται, ἴδιαι δὲ ἐκεῖ γραφαὶ κατὰ καιροὺς ἐκδίδονται πρὸς δὲ τούτοις.

Βραβεῖα[edit | edit source]

Ἐν τῷ ἔτει 2006 τὸ Κέντρον ἀντεμείφθη τῷ ἄθλῳ τῷ τιμίῳ FAME.

Ἐξωτερικοὶ ξύνδεσμοι[edit | edit source]