Jump to content

Wp/grc/Eὐριπίδης

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Eὐριπίδης
 Τοῦτο τὸ λῆμμα γέγραπται τῇ Ἀττικῇ καὶ τῇ Ἀττικιζούσῃ διαλέκτῳ.

Εὐριπίδης (περὶ 480–406 π.Χ.) Ἀθηναῖος τραγῳδὸς κλεινὸς ἦν. ἔγραφε δὲ τραγῳδίας, ὧν αἱ πλείουσαι εἰς πάθος καὶ δάκρυα καταλήγουσιν. μετὰ γὰρ Αἰσχύλου καὶ Σοφοκλέους τρίτος ἀριθμεῖται τῶν μεγάλων ἐκείνων τραγῳδοποιῶν, ὧν τὰ δράματα ἔτι καὶ νῦν σῴζονται. ἱστοροῦσι δέ τινες πέντε καὶ ἐνενήκοντα αὐτὸν δράματα γεγραφέναι, ἡ δὲ Σοῦδα οὐ πλείω τῶν δύο καὶ ἐνενήκοντα εἶναι λέγει. τούτων ἐς ἡμᾶς ἐννεακαίδεκα περιεσώθη, ὧν ὁ καλούμενος Ῥῆσος οὐ δοκεῖ γνήσιος εἶναι· πολλῶν δὲ καὶ ἄλλων σπαράγματα διασέσωσται.

Πλείω μέντοι τοῦ Εὐριπίδου δράματα ὁλόκληρα σέσωσται ἢ τὰ Αἰσχύλου καὶ Σοφοκλέους ὁμοῦ· τοῦτο δὲ γέγονεν οὐχ ἥκιστα διότι ὁ ποιητὴς μάλιστα εὐδοκίμησεν ἐν τοῖς ὕστερον χρόνοις, δὴ καὶ κατὰ τὴν Ἑλληνιστικὴν περίοδον, ὅτε μεθ’ Ὁμήρου, Δημοσθένους καὶ Μενάνδρου τοῖς ποιήμασιν αὐτοῦ ἐν τῇ παιδείᾳ ἐχρῶντο.

Ἠξίωσε δὲ καὶ τὴν τραγικὴν τέχνην καινοτομεῖν· τοὺς γὰρ μυθικοὺς ἥρωας οὐχ ὡς ἀνδρείους ἢ τελείους, ἀλλ’ ὡς ἀνθρώπους τοὺς τυχόντας, δειναῖς συμφοραῖς περιπεπτωκότας, παρίστησιν. ἡ καινοτομία αὕτη πολλοῖς τῶν ὑστέρων ποιητῶν, κωμῳδοποιοῖς τε καὶ τοῖς τὰ ἐρωτικὰ γράφουσιν, ἀφορμὴ γέγονε. διὸ καὶ Ἀριστοτέλης αὐτὸν «τραγικώτατον τῶν ποιητῶν» προσηγόρευσεν, ἐπειδὴ αἱ τραγῳδίαι πολλάκις εἰς δύστηνον τέλος ἀπήντων καὶ τὸ τῆς ἀνθρωπίνης φύσεως πάθος βαθύτατα ἐπεδείκνυον.

Διὰ ταῦτα ἔνιοί φασι τὸν Εὐριπίδην μεγάλως συμβάλλεσθαι εἰς τὸ εἶδος τοῦ δράματος ὃ περὶ τὰ πάθη καὶ τὰ ἤθη τῶν προσώπων μάλιστα στρέφεται· τοῦτο δὲ τὸ εἶδος καὶ ἐν τοῖς τῶν νεωτέρων ἔργοις, οἷον δὴ τοῖς Σακσπείρου, Ῥακίνου, Ἴψέν τε καὶ Στρινδβέργου, ἐμφανὲς καθίσταται. ἐπηρέασε δὲ καὶ κωμῳδοποιούς, οἷον Μένανδρόν τε καὶ τῶν νεωτέρων Γεώργιον Βερνάρδον Σῶ.

Καὶ γὰρ ἐν τῷ βίῳ ἐδόκει κήδεσθαι τῶν ὑπὸ τῆς πόλεως παρωρωμένων, οἷον γυναικῶν, δούλων, ξένων τε· διὸ δὴ καὶ Σωκράτει αὐτὸν ἔνιοι παρέβαλλον, ὃς καὶ αὐτὸς τὰ καθεστῶτα ἐξετάζειν εἴωθεν. ἀμφότεροι γοῦν ὑπ’ Ἀριστοφάνους καὶ τῶν ἄλλων κωμῳδοποιῶν ἐσκώπτοντο· ἀλλ’ ὁ μὲν Σωκράτης ὕστερον κριθεὶς ἐθανατώθη, ὁ δὲ Εὐριπίδης, ὥς γέ φασιν, γηραιὸς γενόμενος ἑκουσίως τὰς Ἀθήνας ἀπέλιπε καὶ ἐν Μακεδονίᾳ ἐτελεύτησεν· περὶ ὧν μέντοι οὐδὲν σαφὲς οἱ νῦν ἴσασιν.