Jump to content

Wp/grc/Ὀρέστεια

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Ὀρέστεια

Ὀρέστεια, τριλογία τραγῳδιῶν Ἑλληνικῶν, ὑπ’ Αἰσχύλου γραφείσα τῷ πέμπτῳ αἰῶνι πρὸ Χριστοῦ, διηγεῖται τόν τε ὑπὸ Κλυταιμήστρας φόνον τοῦ Ἀγαμέμνονος καὶ τὸν ὑπ’ Ὀρέστου φόνον τῆς Κλυταιμήστρας, τὴν τοῦ Ὀρέστου δίκην, τὴν λυομένην τῆς τῶν Ἀτρειδῶν οἰκίας κατάραν, καὶ τὴν εἰρήνευσιν τῶν Ἐρινύων, αἳ καὶ Εὐμενίδες καλοῦνται.

Ἡ Ὀρέστεια ἐκ τριῶν δραμάτων σύγκειται — Ἀγαμέμνων, Χοηφόροι, Εὐμενίδες — καὶ δηλοῖ ὅτι οἱ θεοὶ τοῖς πράγμασι πάρεισι καὶ τὰς γνώμας αὐτῶν περὶ τῶν γιγνομένων καὶ τῶν διαφορῶν ἐμφαίνουσιν. Μόνη σῳζομένη τριλογία τοῦ ἀρχαίου Ἑλληνικοῦ θεάτρου οὖσα, ἡ Ὀρέστεια ἐνίκησε τοῖς Διονυσίοις τῷ τετρακοσιοστῷ πεντηκοστῷ ὀγδόῳ ἔτει πρὸ Χριστοῦ. Τὰ δὲ κύρια θέματα τῆς τριλογίας εἰσί· ἡ ἀντιπαράθεσις τοῦ ἀνταποδοτικοῦ φόνου πρὸς τὴν δικαιοσύνην, καὶ ἡ μεταβολὴ ἐκ τῆς ἰδίας τιμωρίας εἰς τὴν διὰ δικαστηρίου κρίσιν.

Ἦν δὲ τῇ τριλογίᾳ καὶ σατυρικὸν δρᾶμα, ὁ Πρωτεύς, ὃ ἐδιδάσκετο μετὰ τὴν τραγικὴν τριλογίαν· ἀλλὰ τοῦτο, πλὴν ἑνὸς στίχου, παντελῶς ἀπόλωλεν.