Jump to content

Wp/grc/Ἱστορίαι (Ἡρόδοτος)

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Ἱστορίαι (Ἡρόδοτος)
 Τοῦτο τὸ λῆμμα γέγραπται τῇ Ἀττικῇ διαλέκτῳ.
Ἱστορίαι

Ἡροδότου Ἱστοριῶν Βιβλίον Η΄
Ὀξυρύγχου Πάπυρος 2099 (Β΄ αἰ. μ.Χ.)
Συγγραφεύς:Ἡρόδοτος
Χώρα:
Γλῶττα:
Ἡμερομηνία:430 π.Χ.

Τὰ Ἡροδότου συγγράμματα, αἱ καλούμεναι Ἱστορίαι, νομίζεται τὸ ἀρχαιότατον ἱστοριογραφικὸν ἔργον ἐν τοῖς Δυτικοῖς γράμμασιν. Καίπερ οὐ πάντῃ ἀμερόληπτα, διαμένει τῶν σπουδαιοτάτων πηγῶν ὄντα περὶ τῶνδε τῶν πραγμάτων τοῖς ἐν τῇ Δύσει. Ἔτι δὲ ὁ Ἡρόδοτος τὸ τῆς ἱστορίας γένος ἐν τῷ Δυτικῷ κόσμῳ συνέστησε, καίτοι πρότερον ὑπαρχόντων τινῶν χρονικῶν τε καὶ ἀναγραφῶν.

Αἱ δὲ Ἱστορίαι ἐν τοῖς πρώτοις λογίζονται τῶν λόγων οἳ γεγόνασι περί τε τῆς αὐξήσεως τῆς τῶν Περσῶν ἀρχῆς καὶ περὶ τῶν αἰτιῶν καὶ τῶν ἔργων τῶν Μηδικῶν, ὃς δὴ πόλεμος ἐν τῷ πέμπτῳ πρὸ Χριστοῦ αἰῶνι (τῷ 5ῳ αἰ. π.Χ.) ἐγένετο μεταξὺ τῶν Περσῶν καὶ τῶν Ἑλληνίδων πόλεων. Ὁ δὲ Ἡρόδοτος τὸν πόλεμον τοῦτον ἱστορεῖ ὡς ἀγῶνα ὄντα μεταξὺ δουλείας μὲν τῆς τῶν Περσῶν, ἐλευθερίας δὲ τῆς τῶν Ἀθηναίων καὶ τῶν συμμάχων πόλεων, αἳ κοινῇ ἀντέστησαν τοῖς ἐπιοῦσιν.

Τὸ δὲ σύγγραμμα τοῦτο ὕστερον διῃρέθη εἰς ἐννέα λόγους, οἵπερ ἐν ταῖς νεωτέραις ἐκδόσεσιν ἐπονομάζονται ἀπὸ τῶν ἐννέα Μουσῶν.

Ὑπόθεσις

[edit | edit source]

Βίβλος 1 (Κλειώ) – ὁ Κροῖσος βασιλεὺς Λυδῶν πρὸς τὸν Κῦρον βασιλέα πραγματεύεται· καταστρέφονται ἡ Μικρὰ Ἀσία, ἡ Βαβυλώνια καὶ οἱ Μασσαγέται

[edit | edit source]
Τοιαύτην μορφὴν τοῦ κόσμου ἐν τῷ νοῒ εἶχεν Ἡρόδοτος.
  • Προοίμιον τοῦ συγγράμματος (1)
  • Προκατάθεσις· Ἕλληνες καὶ βάρβαροι τῆς παλαιοτάτης ἡλικίας (1–5)
  • Λυδοί καὶ Κροῖσος (6–94)
    • Ἀρχαὶ τοῦ Λυδικοῦ ἔθνους (7–25)
    • Κροῖσος (26–94)
      • Κροῖσος καὶ Σόλων (26–33)
      • Κροῖσος καὶ Ἄδραστος (34–45)
      • Κροῖσος καὶ τὰ μαντεῖα (46–55)
      • Κροῖσος καὶ Ἕλληνες (56–70)
      • Κροῖσος καὶ Κῦρος (71–94)
  • Αἱ ῥίζαι τῆς ἀρχῆς τῶν Περσῶν ἐπὶ Κύρου βασιλεύοντος (95–216)
Τὸ τῶν Βαβυλωνίων παζάριον τῶν γαμετῶν ὑπὸ Ἡροδότου ἐν τῇ πρώτῃ βίβλῳ τῶν Ἱστοριῶν περιγεγραμμένον· Ἔδγουιν Λονγκ ἔγραψεν ἔτει 1875.
    • Ἡ νεότης Κύρου (95–122)
    • Ἀπόστασις τῶν Περσῶν ἀπὸ τῶν Μήδων (122–144)
      • Παρέκβασις· Ἔθη Περσῶν (131–140)
    • Ὅπως ἡ Μικρὰ Ἀσία ὑπετάγη (141–176)
      • Πόλεις Ἑλληνικαὶ ἐν τῇ Μικρᾷ Ἀσίᾳ (141–151)
      • Στάσις καὶ ἡττα Λυδῶν (152–161)
      • Ὅπως Ἅρπαγος τὴν Μικρὰν Ἀσίαν κατεστρέψατο (162–176)
    • Ὅπως ἡ Βαβυλώνια εἰς χεῖρας Περσῶν περιῆλθεν (177–200)
      • Βαβυλών (178–187)
      • Ἅλωσις τῆς πόλεως τῆς Βαβυλῶνος (188–191)
      • Βαβυλὼν ἠκριβωμένη καὶ τὰ ἤθη τῶν ἐνοικούντων (192–200)
    • Στρατεία κατὰ Μασσαγετῶν (201–216)
      • Ὅρια Μασσαγετῶν ἀπηκριβωμένα (201–216)
      • Θάνατος Κύρου (205–214)
      • Ἔθη Μασσαγετῶν (215–216)
Ἡ διήγησις τοῦ βασιλέως Κανδαύλης ἐν τῇ πρώτῃ βίβλῳ τῶν Ἱστοριῶν· ὃς τῇ περὶ τὸ κάλλος τῆς γυναικὸς ἀφροσύνῃ ὑπερβάλλων γυμνήν αὐτὴν τῷ Γύγης ἔδειξεν· αὕτη ἡ ματαιότης φθορὰν αὐτῷ ἐγέννησεν· Γουίλλιἀμ Ἔττυ κατὰ Ἡρόδοτον ἔγραψεν.

Βίβλος 2 (Εὐτέρπη) – Αἴγυπτος καὶ ἡ ἱστορία αὐτῆς

[edit | edit source]
  • Περιγραφή τῆς Αἴγυπτος (2–34)
  • Ἔθη Αἰγυπτίων (35–98)
  • Ἱστορία Αἰγύπτου (99–182)
    • Οἱ πρῶτοι πέντε βασιλεῖς (99–123)
    • Ὅπως αἱ Πυραμίδες ᾠκοδομήθησαν (124–136)
    • Ἡ Αἴγυπτος ὑπὸ ξένων καταδυναστεύεται (137–151)
    • Ψαμμήτιχος καὶ οἱ διάδοχοι αὐτοῦ (151–161)
    • Ἄμασις (162–182)

Βίβλος 3 (Θάλεια) – Καμβύσης· στρατεῖαι εἰς Αἴγυπτον· ἀρχὴ τῆς Δαρείου ἀρχῆς

[edit | edit source]
Τὴν θαυμάστην ἱστορίαν τοῦ Σαμίου τυράννου Πολυκράτους ἡμῖν παραδίδωσιν Ἡρόδοτος· ὧδε ὁ μάγειρος δακτύλιον ἐν ἰχθύϊ εὑρών τῷ δεσπότῃ ἀποδίδωσιν· εἰκών τε τοῦ Ματθαῖος Μεριανὸς ὁ Πρεσβύτερος χαλκῷ ἐγκεχαραγμένη.

Βίβλος 4 (Μελπομένη) – Δαρεῖος· στρατεία εἰς Σκυθίαν καὶ Λιβύην

[edit | edit source]
«Τὸ κρίσιμον Καμβύσεως» ὑπὸ τοῦ Φλαμινικοῦ ζωγράφου Γεράρδος Δαβίδ περὶ τὸ 1488 γεγραμμένον κατὰ τὴν ἱστορίαν τοῦ κριτοῦ Σισάμνεως ἣν ἐν τῇ πέμπτῃ βίβλῳ τῶν Ἱστοριῶν Ἡρόδοτος διηγεῖται· νῦν ἐν ταῖς Βρύξ ἐν τῇ δημαρχείᾳ σῴζεται· ὁ κριτὴς Σισάμνης τὰς δίκας ἐπώλει· ὁ Καμβύσης ἐκέλευσεν αὐτοῦ τὸ δέρμα ἀποδείρεσθαι.
  • Στρατεία εἰς Σκυθίαν (1–144)
    • Αἰτίαι τῆς στρατείας (1–4)
    • Ἀρχαὶ τῆς Σκυθίας (5–15)
    • Ἔθνη πρὸς ἄρκτον τῶν Σκυθέων (16–36)
    • Ὅποια ἡ μορφὴ τοῦ κόσμου (37–45)
    • Ποταμοὶ τῆς Σκυθίας (46–58)
    • Ἡ ἐκστρατεία τοῦ Δαρείου κατὰ Σκυθέων (59–144)
  • Ἀρυνάδης εἰς τὴν Λιβύην καὶ Κυρήνην εἰσβάλλει (145–205)
    • Ἀρχή (145–156)
    • Ὅπως ἡ Κυρήνη ἐκτίσθη (157–167)
    • Περιγραφή Λιβύης (168–199)
    • Ἅλωσις Βάρκης (200–205)

Βίβλος 5 (Τερψιχόρη) – Δαρεῖος καὶ ἡ Ἰωνικὴ στάσις

[edit | edit source]
Ἡ ὑπό μορφὴν ὄφεως στήλη ἀφιερωμένη Ἀπόλλωνι τῷ ἐν Δελφοῖς ὑπὸ τῶν Ἑλλήνων νικητῶν, ὑπὸ Ἡροδότου βιβλίῳ ἐνάτῳ κεφ. 81 περιγεγραμμένη· (ὑπὸ τοῦ Ἀυτοκράτορος Κωνσταντῖνος μετατεθημένη εἰς Κωνσταντινούπολιν μετὰ ταῦτα)

Βίβλος 6 (Ἐρατώ) – Δαρεῖος καὶ ἡ Ἰωνικὴ στάσις (συνέχεια καὶ τέλος) – ἐκστρατεῖαι κατὰ τῆς Ἑλλάδος

[edit | edit source]
ὁ βασιλεὺς Λεωνίδας Α΄ ἐν τῇ μάχῃ τῶν Θερμοπυλῶν ὑπὸ τοῦ Ἰάκωβος Λουδοβῖκος Δαβίδ ζωγραφημένος (1814). Τὸ πρῶτον τῶν πολέμων ἐν τῇ ἑβδόμῃ βίβλῳ τῶν Ἱστοριῶν διηγεῖται Ἡρόδοτος.
  • Ἰωνικὴ στάσις ἐπικρατεῖται (1–45)
    • Ἱστιαῖος (1–30)
      • Φυγὴ Ἱστιαίου (1–5)
      • Ἱστιαῖος τὴν Μίλητος ὑπόκειται καὶ καταλαμβάνεται (6–25)
      • Θάνατος Ἱστιαίου (26–30)
    • Νῆσοι καὶ πόλεις ἐν Ἑλλήσποντος ὑπετάγησαν (31–42)
  • Μαρδόνιος ἐπὶ τὴν Εὐρώπην κατὰ Ἑλλήνων ἀπέσταλται (43–45)
  • Δάτης καὶ Ἀρταφέρνης ἐπὶ τὴν Εὐρώπην κατὰ Ἑλλήνων ἀπέσταλται (46–140)
    • Θάσος (46–47)
    • Ὅπως τὰ πράγματα ἐν τῇ Ἑλλάδι τῷ καιρῷ ἐγεγόνει (48–93)
    • Ναυτικὴ Περσῶν ἐπὶ νήσους καὶ Ἐρέτριαν προσάγεται – Ἐρέτρια ὑπόκειται καὶ καταλαμβάνεται (94–102)
    • Περσῶν ἡττᾶται ἐν τῇ Μαραθώνι καὶ ἀποχωρεῖ εἰς τὴν Ἀσίαν (103sqq)

Βίβλος 7 (Πολυύμνια) – Ξέρξης Α΄ ὁ Περσῶν μέγαν στρατὸν ἐπὶ Ἑλλήνων ἄγει

[edit | edit source]
Πορεία πεζικὴ καὶ ναυτικὴ τοῦ Περσικοῦ στρατοῦ κατὰ τὰ διηγεγμένα ὑπὸ Ἡροδότου ἐν τῇ ἑβδόμῃ καὶ ὄγδοῃ βίβλῳ.
Ἡ ναυμαχία τῆς Σαλαμίνος ὑπὸ Γουίλχελμος Καουλμπαχ ζωγραφηθεῖσα· ἐν ὄγδοῳ βιβλίῳ τῶν Ἱστοριῶν διηγεῖται.
  • Θάνατος Δαρείου· ἑπόμενος Ξέρξης (1–4)
  • Ἐκστρατεία Ξέρξου (πρῶτος μέρος) (5–239)
    • Ἐν βουλῇ τῆς μάχης ὁ Ἀρτάβανος τῷ Μαρδόνιῳ ἀντιτίθεται (5–11)
    • Περὶ ὀνείρου θεοῦ τὸν βασιλέα ἐνθαρρύνειν εἰς πόλεμον (12–19)
    • Προπαρασκευή· ὄρος Ἄθως ἐσκαφθέν καὶ γέφυραι κατασκευασθέντες (20–25)
    • Ξέρξης καὶ Πύθιος (26–29)
    • Ὁ στρατὸς ἐν Σάρδεσι συγκεντρώνεται (30–31)
    • Ὅπως καινοὶ γέφυραι ἐν Ἑλλήσποντῳ ἐποιήθησαν μετὰ τὴν ἀπόληψιν τῆς πρώτης ὑπὸ θαλάσσης (33–39)
    • Ἐπιθεώρησις στρατοῦ καὶ λόγος Ξέρξου πρὸς Ἀρτάβανον (40–100)
    • Λόγος Ξέρξου πρὸς Δημάρατον (101–105)
    • Στρατὸς διὰ Θρᾴκης καὶ Μακεδονίας πρὸς Θέρμα πορεύεται (106–127)
    • Ξέρξης πρὸς στόμιον Πηνειοῦ ἔρχεται (128–130)
    • Τίνα ἡ Ἑλληνικὴ πόλις ἐναντίον Ξέρξου πορίζεται (131–178)
    • Ἐν τῇ πορείᾳ διὰ Θεσσαλίας καταιγίς τὴν ναυτικὴν αὐτοῦ κακῶς πλήττει (179–200)
    • Πρῶται μάχαι ἐν Θερμοπύλαις καὶ Ἀρτεμίσιον (201–239)

Βίβλος 8 (Οὐρανία) – Πόλεμος Ξέρξου κατὰ Ἑλλήνων

[edit | edit source]
  • Ἐκστρατεία Ξέρξου (συνέχεια)
    • Ναυμαχία ἐπὶ Ἀρτεμισίου (1–27)
    • Θεσσαλοὶ ὑπὸ βαρβάρων ὑπό τῶν Φωκέων ἐγκαταλελειμμένων ἐρήμους λυμαίνονται· ὁ θεὸς αὐτοὺς ἐκ τοῦ ἱεροῦ Δελφικοῦ ἐκβάλλει (28–39)
    • Ἑλληνικὰ πλοῖα ἐκκλησιάζοντα εἰς Σαλαμῖνα ὑπὲρ τῶν Ἀθηναίων ὁμονοῦσιν (40–49)
    • Ξέρξης τὴν Ακρόπολιν καταλαμβάνει καὶ ἀνατινάζει (50–56)
    • Ἐπίκτησις ὑπὸ Θεμιστοκλέους· Ἕλληνες τὴν ναυμαχίαν ἐπὶ Σαλαμῖνα ἐπιχειροῦσιν καὶ μεγάλην νίκην φέρουσιν (57–96)
    • Ξέρξης τὸν στόλον πρὸς γέφυρας ἐπὶ Ἑλλήσποντον ἀποστέλλει καὶ Μαρδόνιοςν ἐπιστρατεύει ἐν 300.000 ἀνδρῶν πρὸς Πελοπόννησον (97–129)
    • Ἀθηναῖοι τὴν συμμαχίαν ἐκ τοῦ Μαρδονίου διὰ Μακεδόνων βασιλέα Ἀλέξανδρον προτεινόμενον ἀπορρίπτουσιν (130–144)

Βίβλος 9 (Καλλιόπη) – Περσῶν ἀπωσθέντων καὶ Ἕλληνες νικηταί

[edit | edit source]
  • Ὁ Μαρδόνιος πάλιν τὴν Ἀττικὴν καταλαμβάνει πρὶν εἰς Βοιωτίαν ἀναστρέφειν, ὅτε Λακεδαιμόνιοι Παυσανίαν ἐπ᾽ αὐτὸν ἀπέστειλαν (1–18)
  • Πλαταιῶν μάχη (19–85)
  • Θηβαῖοι ὑπόκειται, οἱ ἡγουμένοι τοῖς Περσέσιν ἐπὶ Παυσανίας παραδίδονται· Ἀρταβάζης μετὰ τῶν λοιπῶν στρατευμάτων εἰς Ἀσίαν σπεύδει (86–89)
  • Μύκαλη μάχη (90–106)
  • Ὅπως Ξέρξης τὴν γυναῖκα καὶ τὴν θυγατέρα Μασιστῆς ἠγάπησεν· Ἀμέστρις, ἡ γυνὴ αὐτοῦ, ἀγρία ἐκδίκησις (107–113)
  • Ἀθηναῖοι Σέστον ἐν Χερσονήσῳ Θρᾳκικῇ ἐπιτίθενται καὶ καταλαμβάνουσιν (114–121)
  • Διὰ τί Κῦρος τοῖς Πέρσαις ἐπεσήμαινεν μὴ τὴν πενιχρὰν χώραν αὐτῶν εὐτυχεστέραν μεταβάλλειν (122)