Jump to content

Wp/grc/Ἔργα καὶ Ἡμέραι

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Ἔργα καὶ Ἡμέραι
Ἔργα καὶ Ἡμέραι
Συγγραφεύς:Ἡσίοδος
Χώρα:Βοιωτία
Γλῶττα:Ἀρχαία Ἑλληνική
Ἡμερομηνία:700 πρὸ Χριστοῦ

Τὸ ποίημα Ἔργα καὶ Ἡμέραι ἐποίησεν ὁ ποιητὴς Ἡσίοδος περὶ τὸ ἑπτακοσιοστὸν ἔτος πρὸ Χριστοῦ. Τὸ ποίημα τοῦτο περιέχει ὀκτακοσίους εἴκοσι καὶ ὀκτὼ στίχους, γεγραμμένους ἑξαμέτροις.

Γράφει ὁ Ἡσίοδος πρὸς τὸν ἀδελφὸν αὑτοῦ Πέρσην, διδάσκων αὐτὸν περὶ γεωργίας καὶ περὶ βίου χρηστοῦ· διὸ καλεῖται ποίημα διδακτικόν.

Λέγουσιν οἱ σοφοὶ ὅτι ὁ ποιητὴς ἔγραψεν ἐν καιρῷ δυσχερείας τῆς Ἑλλάδος, ὅτε οἱ γεωργοὶ πολλὰ ἔπασχον, καὶ πολλοὶ ἄνθρωποι μετῴκησαν εἰς ἄλλας χώρας.

Ἐκτὸς τῆς περὶ γεωργίας διδασκαλίας, ὁ Ἡσίοδος διδάσκει καὶ περὶ τοῦ πῶς δεῖ ζῆν, πράττειν δικαίως καὶ σπουδαίως.

Δύο δὲ μύθους περιέχει τὸ ποίημα, δι᾽ ὧν δηλοῖ τὸ πῶς καὶ διὰ τί ὁ βίος τῶν ἀνθρώπων ἐστὶν χαλεπὸς καὶ ἐπίπονος:

  • τὸν μῦθον τοῦ Προμηθέως καὶ τῆς Πανδώρας — ἐν ᾧ ἡ Πανδώρα ἀνοίγει πίθον καὶ ἐξαπολύει πολλὰ κακὰ εἰς τοὺς ἀνθρώπους·
  • τὸν μῦθον περὶ τῶν πέντε γενῶν — καθ᾽ ὃν οἱ πρῶτοι ἄνθρωποι ἄριστοι ἦσαν, ἀλλὰ κατὰ χρόνον ἕκαστον γένος χεῖρον ἐγένετο.