Jump to content

Wp/grc/Ἑλληνικῶν Λόγων Διάδοσις

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Ἑλληνικῶν Λόγων Διάδοσις
 Τοῦτο τὸ λῆμμα γέγραπται τῇ Ἀττικῇ καὶ τῇ Ἀττικιζούσῃ διαλέκτῳ.
 Τοῦτο τὸ λῆμμα ἀνατεθεώρηται.
Αἱ τοῦ Ἀριστοτέλους καὶ Πλάτωνος δόξαι, οἷαι καὶ ἐν τῇ τοῦ Ῥαφαὴλ γραφῇ τῇ «Ἀθηναίων Σχολῇ» φαίνονται, διὰ πολλοῦ χρόνου τοῖς ἐν τῇ Ἑσπερίᾳ ἀνθρώποις διεδόθησαν.

Ἡ τῶν Ἑλληνικῶν λόγων διάδοσις δηλοῖ καθ’ ὃν τρόπον τὰ τῶν παλαιῶν ἀνδρῶν συγγράμματα — τά τε φιλοσοφικὰ καὶ ἐπιστημονικὰ καὶ περὶ μουσικῆς — σωθέντα καὶ ἐν ἑτέραις γλώτταις ἑρμηνευθέντα εἰς τοὺς ἐν τῇ Ἑσπερίᾳ ἀνθρώπους διεδόθη. Ἐκ τούτου δὲ τοῦ τρόπου ἡ τῶν Λατίνων διάνοια καὶ παιδεία μάλιστα ἐστερεώθη, καὶ ταῦτα ἤδη ἐπὶ τῶν ὑστέρων χρόνων σαφέστατα.

Ἡ Ἀπώλεια

[edit | edit source]

Τὰ μὲν οὖν τοῦ Ἀριστοτέλους καὶ Πλάτωνος καὶ Πτολεμαίου βιβλία κατὰ μικρὸν ἐξέλιπε τοῖς ἐν τῇ Ἑσπερίᾳ, ὥστε πολλοὺς τῆς ἀρχαίας φωνῆς ἀμαθεῖς γενέσθαι. Οὐ μὴν ἀλλὰ δι’ ἑρμηνείας ἄλλων ἡ γνῶσις ἐσώθη, μάλιστα δὲ διὰ τῶν Χριστιανῶν Σύρων καὶ τῶν ἐν Ἀράβοις σοφιστῶν.

Ἐκ τῶν Ἑλληνικῶν εἰς τὴν Συριακὴν καὶ Ἀραβικὴν γλῶτταν

[edit | edit source]

Πρῶτοι μὲν οὖν οἱ Σύροι Χριστιανοί — οἵ τε Νεστοριανοὶ καλούμενοι καὶ οἱ Ἰακωβῖται — τὰ Ἑλληνικὰ γράμματα παρ’ αὑτοῖς ἐδέξαντο καὶ εἰς τὴν Συριακὴν γλῶτταν μεθερμήνευσαν, πολλῶν ἐκ τῆς Ἑλληνίδος φωνῆς μεταλαβόντες. Ἐνδοξότατος δὲ ἐγένετο Ἰωαννίτιος (ὃν οἱ Ἄραβες Ὑναῒν Ἰβν Ἰσχᾶκ προσαγορεύουσι), ὃς πολλὰ τῶν Ἀριστοτέλους καὶ τῶν ἰατρῶν συγγραμμάτων ἑρμήνευσε. Ἐκ δὲ τῶν Συριακῶν ἤδη τὰ βιβλία εἰς Ἀράβας διεδόθη· οἱ δὲ τῶν Ἀράβων σοφοὶ ταῦτα παραλαβόντες καὶ εἰς τὴν αὑτῶν γλῶτταν ἐκφερόμενα φυλάξαντες, ἐξηγοῦντό τε καὶ ἐπεμελοῦντο, ἄρχοντος τοῦ τῶν Ἀββασιδῶν οἴκου. Χρόνῳ δὲ ὕστερον ταῦτα εἰς τὴν Ἑσπερίαν ἐκομίσθη, ἐκ τῆς Ἰβηρίας καὶ τῆς Σικελίας ὁρμώμενα.

Ἡ εἰς τὴν Λατινίδα γλῶτταν μετάδοσις

[edit | edit source]

Οἱ δὲ Λατῖνοι, ἐπειδὴ πάλιν ἐπιμιξίαν ἐποιήσαντο τοῖς πρὸς ἕω δι’ ἐμπορίας τε καὶ στρατειῶν, τὰ τῶν Ἑλλήνων ἔργα ἐγνωρίσαντο καὶ παρ’ αὑτοῖς ἐδιδάσκοντο. Ἐν δὲ τοῖς ὑστέροις χρόνοις πολλὰ τοῦ Ἀριστοτέλους εἰς τὴν Λατινίδα γλῶτταν ἡρμηνεύθη, τὸ μὲν πρῶτον ἐκ τῶν Ἀραβικῶν, ὕστερον δὲ αὐτόθεν ἐκ τῶν Ἑλληνικῶν. Ἀξιόλογος δὲ ἐγένετο Γουλιέλμος ὁ Μοερβεκενός, ὃς πολλὰ τοῦ Ἀριστοτέλους καὶ Πρόκλου μεθερμηνεύσας τὰ τῶν Ἀράβων ἁμαρτήματα ὀρθώσας παρέδωκεν.

Οἱ Βυζάντιοι καὶ τὰ χειρόγραφα

[edit | edit source]

Ἐν δὲ τῇ Κωνσταντινουπόλει οἱ λόγιοι τὰ συγγράμματα διεφύλαττον, ἐκδιδόντες τε καὶ σχολάζοντες περὶ τὴν ἱστορίαν καὶ φιλοσοφίαν, ὥστε τὴν παλαιὰν παιδείαν ἄσβεστον διατηρεῖν. Ἁλούσης δὲ τῆς πόλεως ἐν 1453, πολλοὶ τῶν ἀνδρῶν ἐκείνων φυγόντες τὰ βιβλία εἰς τὴν Ἰταλίαν ἐκόμισαν, καὶ τὴν τῶν γραμμάτων ἀναγέννησιν οὐκ ὀλίγον ηὔξησαν.

Ἐπίλογος

[edit | edit source]

Διὰ μὲν οὖν τὴν ποικίλην ταύτην πορείαν πολλὰ τῶν βιβλίων διπλῇ ἑρμηνείᾳ ἐχρήσατο, ἐκ μὲν τῶν Ἑλληνικῶν εἰς τὰ Ἀραβικά, ἐκεῖθεν δὲ εἰς τὰ Λατινικά. Μετὰ δὲ τὴν ἀναγέννησιν οἱ σοφοὶ τὸ ἀκριβὲς νόημα τῶν Ἑλλήνων αὐτοῖς τοῖς Ἑλληνικοῖς ἐξετάζειν ἤθελον. Ἡ δὲ τούτων διάδοσις θεμέλιος κατέστη τῆς τε φιλοσοφίας καὶ τῆς ἐπιστήμης παρὰ τοῖς Λατίνοις.