Jump to content

Wp/grc/Ἑλλάδος Περιήγησις

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Ἑλλάδος Περιήγησις
 Τοῦτο τὸ λῆμμα γέγραπται τῇ Ἀττικῇ διαλέκτῳ.
 Τοῦτο τὸ λῆμμα ἀνατεθεώρηται.
Ἑλλάδος Περιήγησις
Συγγραφεύς:Παυσανίου
Χώρα:Ἑλλάς (Ῥωμαϊκὴ ἐπαρχία)
Γλῶττα:Ἑλληνική
Ἡμερομηνία:περὶ 150–180 μ.Χ.

Ἑλλάδος Περιήγησις τὸ μόνον σωζόμενον ἔργον ἐστὶ Παυσανίου τοῦ Περιηγητοῦ, ὃς ἐγένετο μὲν περὶ τὸ 110 μ.Χ., ἐτελεύτησε δὲ περὶ τὸ 180 μ.Χ.

Τὸ τοῦ Παυσανίου σύγγραμμα δέκα βιβλία περιέχει· ἕκαστον δὲ πραγματεύεται μέρος τι τῆς ἠπειρωτικῆς Ἑλλάδος. Ὡς ἐπὶ τὸ πολὺ τὰς ἑαυτοῦ ὁδοιπορίας διηγεῖται, πολλῶν δὲ τμημάτων τῆς χώρας, καὶ νήσων τινῶν, οὐ μνείαν ποιεῖται. Ἄρχεται μὲν ἀπὸ τῆς Ἀττικῆς (τὰ Ἀττικά), ἔπειτα δὲ μεταβαίνει εἰς τὴν Κορινθίαν (τὰ Κορινθιακά), τὴν Λακωνικήν, τὴν Μεσσηνίαν, τὴν Ἦλιν, τὴν Ἀχαΐαν, τὴν Ἀρκαδίαν, τὴν Βοιωτίαν, καὶ τὴν Φωκίδα μετὰ τῶν Ὀζόλων Λοκρῶν (τὰ Φωκικὰ καὶ Λοκρῶν Ὀζόλων).

Ἡ πραγματεία οὐ πάνυ ἀκριβῶς τὴν τοπογραφίαν διεξέρχεται· μάλιστα δὲ διατρίβει περὶ τὰ τῆς ἀρχαίας παιδείας καὶ τέχνης, καὶ ἰδίως περὶ ἱερῶν τόπων, ἐν οἷς ὁ Παυσανίας οὐ μόνον τὰ οἰκοδομήματα καὶ ἄλλα ἔργα μνημονεύει, ἀλλὰ καὶ τὰς ὑποκειμένας ἱστορίας καὶ μύθους ἐρευνᾷ, ἐξ ὧν ὁ ἐπιχώριος βίος συνέστηκε. Ἐν δὲ τοῖς νεωτέροις χρόνοις, ἐπεὶ ἡ ἀρχαιολογία πολλὰς τῶν διηγήσεων τοῦ ἐβεβαίωσεν, ἡ παρὰ τοῖς λογίοις αὐτοῦ ἀξιοπιστία ηὐξήθη· καίτοι ἐν τῷ 19ῳ αἰῶνι αἱ μαρτυρίαι αὐτοῦ πολλάκις ὡς ἀναξιόπιστοι ἐνομίσθησαν. Περὶ δὲ τοῦ βίου τοῦ Παυσανίου οὐδὲν σχεδὸν ἴσμεν, πλὴν ὅσα ἐξ αὐτοῦ τοῦ συγγράμματος συνάγειν ἔξεστιν. Οὐδεμία ἀρχαία μνεία αὐτοῦ ἢ τοῦ βιβλίου φαίνεται πρὸ τοῦ ἕκτου αἰῶνος. Δοκεῖ γοῦν τὸ βιβλίον δι᾽ ἑνὸς μόνου κώδικος, ὃς νῦν ἀπόλωλε, ἐς τοὺς μέσους χρόνους διασωθῆναι. Ὅμως, κατὰ τὴν Ἑλληνικὴν Παλιγγενεσίαν μέγα ἐτιμήθη καὶ πολλάκις ἀντεγράφη, πρὶν ἐν ἔτει 1516 τυπογραφικῶς ἐκδοθῆναι.