Jump to content

Wp/grc/Ἐπίκτητος

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Ἐπίκτητος
 Τοῦτο τὸ λῆμμα γέγραπται τῇ Ἀττικῇ καὶ τῇ Ἀττικιζούσῃ διαλέκτῳ.
 Τοῦτο τὸ λῆμμα ἀνατεθεώρηται.

Ἐπίκτητος Ἕλλην φιλόσοφος ἦν, τῇ Στωϊκῇ αἱρέσει ἑπόμενος. Ἐγεννήθη περὶ τὸ 50 μ.Χ. ἐν Ἱεραπόλει τῇ Φρυγίᾳ,[1] ἥτις κεῖται ἐν τῇ νῦν λεγομένῃ Τουρκίᾳ τῇ ἑσπερίᾳ. Δοῦλος μὲν ἐγεννήθη, ἐν δὲ Ῥώμῃ ᾤκησεν ἕως ἐξεβλήθη· μετὰ δὲ ταῦτα εἰς Νικόπολιν, πόλιν τῆς Ἑλλάδος, μετῴκησε, κἀκεῖ τὸν λοιπὸν βίον διήγαγε.

Ἐπίκτητος τὴν Στωϊκὴν φιλοσοφίαν παρὰ Μουσωνίῳ Ῥούφῳ ἔμαθεν. Ἐλευθερωθεὶς δὲ τῆς δουλείας, αὐτὸς φιλοσοφίαν ἐδίδασκεν. Ὅτε δὲ Δομιτιανὸς ὁ τῶν Ῥωμαίων αὐτοκράτωρ τοὺς φιλοσόφους ἅπαντας ἐκ Ῥώμης ἐξέβαλε, ὁ Ἐπίκτητος, εἰς Νικόπολιν ἀφικόμενος, ἰδίαν σχολὴν κατεστήσατο.[2]

Ἔφη δὲ ὅτι ἡ φιλοσοφία οὐ μόνον θεωρητέα ἐστίν, ἀλλὰ καὶ βιωτέα. Ἐδίδασκε γὰρ ὅτι τὰ ἐκτὸς ἡμῶν οὐκ ἐφ’ ἡμῖν ἐστιν· διὸ δεῖ ἀταράχους μένειν καὶ μὴ ταράττεσθαι διὰ τὰ γιγνόμενα· ἔφη δὲ καὶ ὅτι οἷοί τ’ ἐσμεν τῶν ἡμετέρων ἔργων καὶ διανοημάτων κρατεῖν, καὶ ὅτι χρὴ πάσῃ σπουδῇ εἰς τοῦτο διατείνεσθαι.

Ὁ δὲ μαθητὴς αὐτοῦ Ἀρριανὸς τὰ δόγματα τοῦ Ἐπικτήτου συνέγραψεν ἐν ταῖς «Διατριβαῖς» καὶ τῷ «Ἐγχειριδίῳ».[3] Αἱ δ’ Ἐπικτήτου ἰδέαι πολλοὺς τῶν ὕστερον φιλοσόφων, οἷον Μᾶρκον Αὐρήλιον,[4] ἐνέπνευσαν.

Ἀναφοραί

[edit | edit source]
  1. Σοῦδα, σ. v. Ἐπίκτητος.
  2. Αὔλος Γέλλιος, Noctes Atticae ΙΕ΄ 11.
  3. Ἐπίκτητος, Διατριβαί, πρόλογος.
  4. Stanton, G. R. (1969). "Marcus Aurelius, Emperor and Philosopher". Historia: Zeitschrift für Alte Geschichte 18 (5): 570–587.