Wp/grc/Ἀφροδίτη

Ἡ Ἀφροδίτη θεά ἐστι τῶν ἀρχαίων Ἑλλήνων, ἡ τῷ ἔρωτι, τῷ κάλλει, τῇ ἡδονῇ, τῷ πάθει, τῇ γονῇ, καὶ τῇ ἐπιθυμίᾳ ἐφεστῶσα. Παρὰ δὲ Ῥωμαίοις Οὐενοῦς καλουμένη, ἔτι δὲ καὶ γονιμότητος καὶ συνουσίας καὶ εὐτυχίας καὶ νίκης δύναμιν ἔχει. Ἱερὰ δ' αὐτῆς ἐστι κόγχαι, ῥόδα, περιστεραί, στρουθοί, καὶ κύκνοι.
Δοκεῖ δὲ ἡ τιμὴ αὐτῆς ἀπὸ τῆς τῶν Φοινίκων Ἀστάρτης ἐληλυθέναι, ἥ ἐστι συγγενὴς τῇ τῶν Μεσοποταμίων Ἴσταρι. Ἐτιμᾶτο δὲ ἡ Ἀφροδίτη μάλιστα ἐν Κυθήροις καὶ Κύπρῳ καὶ Κορίνθῳ καὶ Ἀθήναις. Κατ' ἐνιαυτὸν δὲ περὶ θερινὰς τροπὰς ἑορτὴν αὐτῇ ἦγον, τὰ καλούμενα Ἀφροδίσια. Ἔνιαι δὲ τῶν πόλεων, οἷον αἱ ἐν τῇ Λακωνικῇ, καὶ ὡς πολεμικὴν θεὰν αὐτὴν ἐνόμιζον. Προσαγορεύεται δὲ καὶ θεὰ τῶν πορνῶν· ὅθεν τινὲς τῶν παλαιῶν γραμματικῶν ᾠήθησαν ἱερὰν πορνείαν ἐν τοῖς τῶν Ἑλλήνων καὶ Ῥωμαίων ἔθεσι γενέσθαι· νῦν δὲ οἱ πλεῖστοι τῶν σοφῶν ταύτην τὴν δόξαν ψευδῆ εἶναι ἡγοῦνται.
Κυρία δέ ἐστιν ἡ Ἀφροδίτη ἐν τοῖς τῶν Ἑλλήνων μύθοις καὶ πολλαχοῦ ἐν τοῖς συγγράμμασι τοῖς ἀρχαίοις παραγίγνεται. Οἱ μὲν γὰρ αὐτὴν Διὸς καὶ Διώνης θυγατέρα εἶναί φασιν· κατὰ δὲ τὸν ἕτερον λόγον, ἐκ τοῦ ἀφροῦ τῆς θαλάττης ἐγένετο πλησίον Κυθήρων, τοῦ Οὐρανοῦ τὰ αἰδοῖα ἐκτμηθέντος. Πλάτων δ' ὁ φιλόσοφος δύο εἶναι τὰς Ἀφροδίτας ἔφη· τὴν μὲν Οὐρανίαν, ἁγνήν τε οὖσαν καὶ τὸν τῆς ψυχῆς ἔρωτα ἐμπνέουσαν, τὴν δὲ Πάνδημον, ἣ μᾶλλον περὶ τὸν σωματικὸν ἔρωτα τὸν τῶν ἀνδρῶν πρὸς τὰς γυναῖκας σπουδάζει.
Πολλαῖς δ' ἐπωνυμίαις ἐκαλεῖτο, αἳ διαφόρους αὐτῆς ὄψεις ἐδήλουν. Οἷον Κυθέρεια μὲν καὶ Κύπρις ἐκλήθη ἀπὸ τῶν τόπων οἳ τῆς γενέσεως αὐτῆς αἴτιοι λέγονται. Ἀφροδίτη δὲ Ἀρεία ἐπωνομάζετο, δηλοῦσα ὡς καὶ πολεμικὴ εἶναι ἐδύνατο. Ἓν δὲ τῶν ἀρχαιοτάτων περὶ αὐτῆς ποιημάτων ἐστὶν ὁ τῆς Σαπφοῦς Ὕμνος εἰς Ἀφροδίτην.
Ἐν δὲ τοῖς μύθοις ἡ Ἀφροδίτη τῷ Ἡφαίστῳ, τῷ τοῦ πυρὸς καὶ τῆς χαλκευτικῆς θεῷ, συνῴκει, πολλοῖς δ' ἄλλοις παρ' αὐτὸν συνῆν. Ἐν γοῦν τῇ Ὀδυσσείᾳ ἁλίσκεται μετὰ τοῦ Ἄρεως μοιχευομένη. Ἤρα δὲ καὶ τοῦ ποιμένος Ἀγχίσου, συνεγένετο δὲ καὶ τῷ θνητῷ Ἀδώνιδι, ὃς ὕστερον ὑπὸ συὸς ἀγρίου ἀπώλετο. Μία δὲ ἦν τῶν τριῶν ἐκείνων θεῶν, ὧν ἕνεκα ἡ ἔρις ἐγένετο ἣ τὸν Τρωικὸν πόλεμον ἐκίνησεν. Μέγα τι καὶ ἐν τῇ Ἰλιάδι συμβάλλεται.
|
Ἴδε τὰς εἰκόνας καὶ τὰ ἄλλα καθόλου περὶ Ἀφροδίτης |